← 普鲁塔克

阿尔西比亚德斯传

§27.1-27.5

阿比多斯海战之胜与被提萨斐尼囚禁

四百人会垮台后,阿尔基比亚德率部介入阿比多斯海战并为雅典取得决定性胜利,但他前往提萨斐尼处炫耀战功时,却遭其拘捕并囚禁于萨尔迪斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

ἐκ τούτου κατελύθησαν μὲν οἱ τετρακόσιοι, τῶν Ἀλκιβιάδου φίλων προθύμως συλλαμβανομένων τοῖς τὰ δήμου φρονοῦσι· βουλομένων δὲ τῶν ἐν ἄστει καὶ κελευόντων κατιέναι τὸν Ἀλκιβιάδην αὐτὸς ᾤετο δεῖν μὴ κεναῖς χερσὶ μηδὲ ἀπράκτοις, οἴκτῳ καὶ χάριτι τῶν πολλῶν, ἀλλʼ ἐνδόξως κατελθεῖν. διὸ πρῶτον μὲν ὀλίγαις ναυσὶν ἐκ Σάμου περιέπλει τὴν Κνιδίων καὶ Κῴων θάλασσαν·

随后,四百人会被推翻,阿尔基比亚德的朋友们也积极协助那些支持民主制的人。虽然城内的人希望并命令阿尔基比亚德回国,但他自己认为不应空手无功、仅凭大众的怜悯与恩惠回国,而应当光荣地归来。因此,他首先率领少数舰船离开萨摩斯,巡航于克尼多斯和科斯的海域。

§27.2

ἐκεῖ δʼ ἀκούσας Μίνδαρον τὸν Σπαρτιάτην εἰς Ἑλλήσποντον ἀναπλεῖν τῷ στόλῳ παντὶ καὶ τοὺς Ἀθηναίους ἐπακολουθεῖν, ἠπείγετο βοηθῆσαι τοῖς στρατηγοῖς. καὶ κατὰ τύχην εἰς τοῦτο καιροῦ συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ1 πάσαις ὁμοῦ ταῖς ναυσὶ συμπεσόντες εἰς τὸ αὐτὸ καὶ διαναυμαχοῦντες περὶ Ἄβυδον ἀμφότεροι τοῖς μὲν ἡττώμενοι μέρεσι, τοῖς δὲ νικῶντες ἄχρι δείλης ἀγῶνι μεγάλῳ συνείχοντο.

他在那里听闻斯巴达人明达罗斯正率全部舰队驶往赫勒斯滂,雅典军队亦尾随追击,便急忙前去援助本方的将军们。他率领十八艘三列桨座战船航行,正巧在关键时刻赶到——当时双方全都出动所有的舰船在同一海面交锋,在阿比多斯一带进行海战,有的阵线失利,有的阵线取胜,陷入激烈战斗直至傍晚。

§27.3

καὶ παρέσχε μὲν ἐναντίαν δόξαν ἀμφοτέροις ἐπιφανείς,2 ὥστε θαρρεῖν μὲν τοὺς πολεμίους, θορυβεῖσθαι δὲ τοὺς Ἀθηναίους. ταχὺ δὲ σημεῖον ἄρας ἀπὸ τῆς ναυαρχίδος φίλιον ὥρμησεν εὐθὺς ἐπὶ τοὺς κρατοῦντας καὶ διώκοντας τῶν Πελοποννησίων. τρεψάμενος δʼ αὐτοὺς ἐξέωσεν εἰς τὴν γῆν, καὶ προσκείμενος ἔκοπτε τὰς ναῦς καὶ συνετίτρωσκε, τῶν ἀνδρῶν ἐκνεόντων καὶ Φαρναβάζου πεζῇ προσβοηθοῦντος αὐτοῖς καὶ μαχομένου παρὰ τὴν θάλατταν ὑπὲρ τῶν νεῶν.

他的出现给双方造成了与事实相反的错觉,以致敌人军心大振,而雅典人则陷入慌乱。但他迅速从旗舰上升起表明己方身份的旗号,立即冲向正在取胜并追击的伯罗奔尼撒人部队。他将他们击溃并逼至陆地,紧追不舍地撞击并毁坏敌舰,而敌军人员则弃船游向岸边,法那巴佐斯亦率步兵前往接应,在海边为了保护舰船而奋战。

§27.4

τέλος δὲ τῶν μὲν πολεμίων τριάκοντα λαβόντες, ἀνασώσαντες δὲ τὰς αὑτῶν, τρόπαιον ἔστησαν. οὕτω δὲ λαμπρᾷ χρησάμενος εὐτυχίᾳ, καὶ φιλοτιμούμενος εὐθὺς ἐγκαλλωπίσασθαι τῷ Τισαφέρνῃ, ξένια καὶ δῶρα παρασκευασάμενος καὶ θεραπείαν ἔχων ἡγεμονικὴν ἐπορεύετο πρὸς αὐτόν.

最终,他们俘获了三十艘敌舰,收回了自己的船只,并树立起胜利纪念碑。 在取得了如此辉煌的成功后,阿尔基比亚德急于立即在提萨斐尼面前炫耀显摆,于是备办了款待与馈赠之礼,带着统帅规格的侍从随从前往见他。

§27.5

οὐ μὴν ἔτυχεν ὧν προσεδόκησεν, ἀλλὰ πάλαι κακῶς ἀκούων ὁ Τισαφέρνης ὑπὸ τῶν Λακεδαιμονίων, καὶ φοβούμενος αἰτίαν λαβεῖν ἐκ βασιλέως, ἔδοξεν ἐν καιρῷ τὸν Ἀλκιβιάδην ἀφῖχθαι, καὶ συλλαβὼν αὐτὸν εἷρξεν ἐν Σάρδεσιν ὡς λύσιν ἐκείνης τῆς διαβολῆς τὴν ἀδικίαν ταύτην ἐσομένην.3

然而事情并未如他所料;提萨斐尼久已遭到拉栖代梦人的中伤,又害怕受到波斯王的责难,便认为阿尔基比亚德来得正是时候,于是将他逮捕并囚禁在萨尔迪斯,以为行此不义之举便可洗刷先前的诋毁。

语法注3 条
  1. 27.2εἰς τοῦτο καιροῦ συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ

    τοῦτο καιροῦ 为指示代词后接部分属格,意为“在这一(关键)时刻”。关系从句 ἐν ᾧ 以 καιροῦ(或整个 τοῦτο καιροῦ)为先行词,引导出具体的时间情境(“正当双方……激战之时”)。动词 συνήνυσε(συνανύω 的不定过去时)在此意为“恰好赶到、顺利抵达”。

  2. 27.3παρέσχε μὲν ἐναντίαν δόξαν ἀμφοτέροις ἐπιφανείς

    ἐναντίαν δόξαν 意为“与事实相反的预断/错觉”,紧随其后的 ὥστε 结果从句对其作出了具体说明(伯罗奔尼撒人备受鼓舞,而雅典人陷入恐慌)。即双方起初均误以为这支新出现的舰队是斯巴达的友军(对雅典而言是敌军)。分词 ἐπιφανείς(ἐπιφαίνω 的被动不定过去分词,带中动态含义)修饰主语,表示时间或原因(“现身时”)。

  3. 27.5ὡς λύσιν ἐκείνης τῆς διαβολῆς τὴν ἀδικίαν ταύτην ἐσομένην

    由表示主观理由或动机的 ὡς 引导的对格绝对独立结构(accusativus absolutus)。将来分词 ἐσομένην 与其逻辑主语 τὴν ἀδικίαν ταύτην 一致,λύσιν 则充当谓语对格,意为“以为这一不义之举(拘押阿尔基比亚德)将成为洗刷那场中伤的解药”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:27.1-27.5