← 普鲁塔克

阿尔西比亚德斯传

§26.1-26.7

当选萨摩斯将军与阻止雅典内战

在四百人会于雅典夺权之际,萨摩斯的军队奋起反抗并欲回师进逼,但被任命为将军的阿尔基比亚德阻止了内战,并巧妙地阻遏了波斯腓尼基舰队的介入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντες οἱ Ἀλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰς ἄστυ κινήσοντα τὴν πολιτείαν καὶ παραθαρρυνοῦντα τοὺς δυνατοὺς τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡς ἐπὶ τούτοις τοῦ Ἀλκιβιάδου Τισαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος.1 αὕτη γὰρ ἦν πρόφασις καὶ τοῦτο πρόσχημα τοῖς καθιστᾶσι τὴν ὀλιγαρχίαν.

当时,阿尔基比亚德的朋友们在萨摩斯占据了优势,便派遣佩桑德前往城邦,意在动摇政体,并激励有权势者掌控局势、推翻民主政制,借口是在这种条件下阿尔基比亚德将使提萨斐尼成为他们的朋友与盟友。因为这就是那些建立寡头政制者的借口和幌子。

§26.2

ἐπεὶ δʼ ἴσχυσαν καὶ παρέλαβον τὰ πράγματα οἱ πεντακισχίλιοι λεγόμενοι, τετρακόσιοι δὲ ὄντες, ἐλάχιστα τῷ Ἀλκιβιάδῃ προσεῖχον ἤδη καὶ μαλακώτερον ἥπτοντο τοῦ πολέμου, τὰ μὲν ἀπιστοῦντες ἔτι πρὸς τὴν μεταβολὴν ξενοπαθοῦσι τοῖς πολίταις, τὰ δʼ οἰόμενοι μᾶλλον ἐνδώσειν αὐτοῖς Λακεδαιμονίους ἀεὶ πρὸς ὀλιγαρχίαν ἐπιτηδείως ἔχοντας.

然而,当所谓的五千人——实际上只有四百人——壮大并接管政务后,他们便几乎不再理睬阿尔基比亚德,对战事的进行也更为懈怠,一方面是因为他们仍不信任那些对政局剧变感到不安的公民,另一方面是因为他们认为一贯倾向于寡头制的拉栖代梦人会更乐于向他们让步。

§26.3

ὁ μὲν οὖν κατὰ τὴν πόλιν δῆμος ἄκων ὑπὸ δέους ἡσυχίαν ἦγε· καὶ γὰρ ἀπεσφάγησαν οὐκ ὀλίγοι τῶν ἐναντιουμένων φανερῶς τοῖς τετρακοσίοις· οἱ δʼ ἐν Σάμῳ ταῦτα πυνθανόμενοι καὶ ἀγανακτοῦντες ὥρμηντο πλεῖν εὐθὺς ἐπὶ τὸν Πειραιᾶ, καὶ μεταπεμψάμενοι τὸν Ἀλκιβιάδην καὶ στρατηγὸν ἀποδείξαντες ἐκέλευον ἡγεῖσθαι καὶ καταλύειν τοὺς τυράννους.

于是,城里的民众出于恐惧被迫保持沉默;因为公开反对四百人会的人有不少遭到了屠杀。而萨摩斯的驻军得悉此事后义愤填膺,意欲立即扬帆驶向比雷埃夫斯,并在召来阿尔基比亚德、任命他为将军后,命令他统领全军去推翻那些僭主。

§26.4

ὁ δʼ οὐχ οἷον ἄν τις ἐξαίφνης χάριτι τῶν πολλῶν μέγας γεγονὼς ἔπαθε καὶ ἠγάπησε,2 πάντα δεῖν εὐθὺς οἰόμενος χαρίζεσθαι καὶ μηδὲν ἀντιλέγειν τοῖς ἐκ πλάνητος καὶ φυγάδος αὐτὸν νεῶν τοσούτων καὶ στρατοπέδου καὶ δυνάμεως τηλικαύτης ἀποδείξασιν ἡγεμόνα καὶ στρατηγόν, ἀλλʼ ὅπερ ἦν ἄρχοντι μεγάλῳ προσῆκον, ἀνθίστασθαι φερομένοις ὑπʼ ὀργῆς, κωλύσας ἐξαμαρτεῖν, τότε γοῦν τὰ πράγματα τῇ πόλει περιφανῶς ἔσωσεν.

但他并没有像某个人因大众的恩惠骤然显达时可能表现的那样行事并甘之如饴——自以为必须立即在一切事上顺从迎合,对那些将自己从流亡浪人提拔为统领如此众多战舰、营垒和强大力量的统帅与将军的人毫无反驳;相反,他表现出了一个伟大统帅应有的作为,挺身阻拦那些因愤怒而盲动的人,防止他们铸成大错,至少在当时显著地拯救了城邦的危局。

§26.5

εἰ γὰρ ἄραντες ἀπέπλευσαν οἴκαδε, τοῖς μὲν πολεμίοις εὐθὺς ἔχειν ὑπῆρχεν Ἰωνίαν ἅπασαν, καὶ τὸν Ἑλλήσποντον ἀμαχεί, καὶ τὰς νήσους, Ἀθηναίοις δὲ πρὸς Ἀθηναίους μάχεσθαι τὸν πόλεμον εἰς τὴν πόλιν ἐμβαλόντας· ὃν μόνος μάλιστα μὴ γενέσθαι διεκώλυσεν ὁ Ἀλκιβιάδης,3 οὐ μόνον πείθων καὶ διδάσκων τὸ πλῆθος, ἀλλὰ καὶ καθʼ ἕνα τοὺς μὲν ἀντιβολῶν, τῶν δʼ ἐπιλαμβανόμενος.

因为如果他们拔锚起航回国,敌人立刻就能兵不血刃地占领整个伊奥尼亚、赫勒斯滂和诸岛屿,而雅典人则会把战火引入城内,自相残杀;正是阿尔基比亚德一人最有成效地阻止了这场战争的爆发,他不仅说服并教导大众,更针对个人,对一些人苦苦哀求,对另一些人则亲手拉住拦阻。

§26.6

συνέπραττε δʼ αὐτῷ καὶ Θρασύβουλος ὁ Στειριεὺς ἅμα παρὼν καὶ κεκραγώς· ἦν γάρ, ὡς λέγεται, μεγαλοφωνότατος Ἀθηναίων. ἐκεῖνό τε δὴ καλὸν τοῦ Ἀλκιβιάδου καὶ δεύτερον, ὅτι ὑποσχόμενος τὰς Φοινίσσας ναῦς, ἃς προσεδέχοντο Λακεδαιμόνιοι βασιλέως πέμψαντος, ἢ μεταστήσειν πρὸς αὐτοὺς ἢ διαπράξεσθαι μηδὲ πρὸς ἐκείνους κομισθῆναι, διὰ ταχέων ἐξέπλευσε.

斯泰里亚的色拉西布洛斯也在一旁大声疾呼协助他;因为据说他是雅典人中嗓门最大的。 那固然是阿尔基比亚德的一件善举,而第二件则是:他曾许诺,对于拉栖代梦人正期待波斯王派遣而来的腓尼基舰队,他要么将其拉拢到自己一方,要么设法使其根本无法送达敌手,随后他便迅速起航出海。

§26.7

καὶ τὰς μὲν ναῦς ἐκφανείσας περὶ Ἄσπενδον οὐκ ἤγαγεν ὁ Τισαφέρνης, ἀλλʼ ἐψεύσατο τοὺς Λακεδαιμονίους, τὴν δʼ αἰτίαν τοῦ ἀποτρέψαι παρʼ ἀμφοτέροις ὁ Ἀλκιβιάδης εἶχε, καὶ μᾶλλον ἔτι παρὰ τοῖς Λακεδαιμονίοις, ὡς διδάσκων τὸν βάρβαρον αὐτοὺς ὑφʼ αὑτῶν περιορᾶν ἀπολλυμένους τοὺς Ἕλληνας.4 οὐ γὰρ ἦν ἄδηλον ὅτι τοῖς ἑτέροις δύναμις τοσαύτη προσγενομένη τοὺς ἑτέρους ἀφῃρεῖτο κομιδῇ τὸ κράτος τῆς θαλάττης.

后来提萨斐尼虽未将出现在阿斯彭多斯附近的船队带去,而是欺骗了拉栖代梦人,但使船队折返的由头在双方看来都归于阿尔基比亚德,拉栖代梦人方面尤甚,认为是他指使异族人坐视希腊人自相残杀。因为显而易见,如此庞大的战力一旦加入任何一方,都将彻底夺去另一方的制海权。

语法注4 条
  1. 26.1ὡς ἐπὶ τούτοις τοῦ Ἀλκιβιάδου Τισαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος

    由 ὡς 引导的将来时分词属格绝对结构,表示派遣者及寡头派所宣称的“主观借口或名目”。ἐπὶ τούτοις 意为“在这些条件(推翻民主政体等)之下”。

  2. 26.4ὁ δʼ οὐχ οἷον ἄν τις ἐξαίφνης χάριτι τῶν πολλῶν μέγας γεγονὼς ἔπαθε καὶ ἠγάπησε

    οὐχ οἷον ... ἀλλʼ ὅπερ 构成的对比句式。关系代词 οἷον 与 ἄν 及不定过去时直陈式(ἔπαθε καὶ ἠγάπησε)连用,表示过去假设或推测的情形(“正如某人……可能会遭遇并欣然接受的那样”)。其后的分词短语 οἰόμενος ... χαρίζεσθαι 进一步补充了这种讨好逢迎的心态。

  3. 26.5ὃν μόνος μάλιστα μὴ γενέσθαι διεκώλυσεν ὁ Ἀλκιβιάδης

    关系代词 ὃν 的先行词是前文的 τὸν πόλεμον(“城内雅典人之间的内战”)。表阻碍、阻止的动词 διεκώλυσεν 接带有赘加否定词的动词不定式(μὴ γενέσθαι)。

  4. 26.7ὡς διδάσκων τὸν βάρβαρον αὐτοὺς ὑφʼ αὑτῶν περιορᾶν ἀπολλυμένους τοὺς Ἕλληνας

    连词 ὡς 与分词 διδάσκων 连用,表示拉栖代梦人加诸阿尔基比亚德的主观指控理由。动词 περιορᾶν(坐视、旁观)接补充性分词 ἀπολλυμένους,而 αὐτοὺς ὑφʼ αὑτῶν 则强调了希腊人“自相残杀、自我毁灭”的相互性与内耗。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:26.1-26.7