← 普鲁塔克

阿尔西比亚德斯传

§25.1-25.10

联络萨摩斯寡头派与弗鲁尼科斯的败亡

阿尔基比亚德斯操纵提萨斐尼使交战双方相互消耗,同时秘密联络萨摩斯的雅典寡头派;弗鲁尼科斯企图通过暗通斯巴达将领阿斯提奥科斯来阻挠他,却因对方反告而弄巧成拙,最终在广场遭暗杀身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

ἀπογνοὺς οὖν ὁ Ἀλκιβιάδης τὰ τῶν Σπαρτιατῶν ὡς ἄπιστα, καὶ φοβούμενος τὸν Ἆγιν, ἐκάκου καὶ διέβαλλε πρὸς τὸν Τισαφέρνην, οὐκ ἐῶν βοηθεῖν αὐτοῖς προθύμως οὐδὲ καταλύειν τοὺς Ἀθηναίους, ἀλλὰ γλίσχρως χορηγοῦντα θλίβειν καὶ ἀποκναίειν ἀτρέμα καὶ ποιεῖν ἀμφοτέρους βασιλεῖ χειροήθεις καὶ καταπόνους ὑπʼ ἀλλήλων.

因此,阿尔基比亚德斯认为斯巴达人的情势不可信赖而陷入绝望,又因畏惧阿吉斯,便在提萨斐尼面前毁谤并损害他们;他阻止提萨斐尼全力支援斯巴达人,也不许他彻底击溃雅典人,而是主张以微薄的物资供给逐渐压迫和消耗斯巴达人,使双方相互削弱,从而都顺从于波斯国王。

§25.2

ὁ δʼ ἐπείθετο ῥᾳδίως καὶ δῆλος ἦν ἀγαπῶν καὶ θαυμάζων, ὥστʼ ἀποβλέπεσθαι τὸν Ἀλκιβιάδην ἑκατέρωθεν ὑπὸ τῶν Ἑλλήνων,1 τοὺς δʼ Ἀθηναίους μεταμέλεσθαι τοῖς γνωσθεῖσι περὶ αὐτοῦ κακῶς πάσχοντας, ἄχθεσθαι δὲ κἀκεῖνον ἤδη καὶ φοβεῖσθαι μὴ παντάπασι τῆς πόλεως ἀναιρεθείσης ὑπὸ Λακεδαιμονίοις γένηται μισούμενος.

提萨斐尼轻易被他说服,并且显露出对他的喜爱与钦佩,以致希腊双方都仰望阿尔基比亚德斯;而雅典人在屡遭挫折之际,开始悔恨先前对他作出的判决,阿尔基比亚德斯自己也已深感焦虑并担忧,若城邦彻底被毁,自己便会落入痛恨自己的拉刻代蒙人之手。

§25.3

ἐν δὲ τῇ Σάμῳ τότε πάντα τὰ πράγματα τοῖς Ἀθηναίοις σχεδὸν ὑπῆρχε· κἀκεῖθεν ὁρμώμενοι τῇ ναυτικῇ δυνάμει τὰ μὲν ἀνεκτῶντο τῶν ἀφεστώτων, τὰ δʼ ἐφύλαττον ἁμῶς γέ πως ἔτι τοῖς πολεμίοις κατὰ θάλατταν ὄντες ἀξιόμαχοι, Τισαφέρνην δὲ φοβούμενοι καὶ τὰς λεγομένας ὅσον οὔπω παρεῖναι Φοινίσσας τριήρεις πεντήκοντα καὶ ἑκατὸν οὔσας, ὧν ἀφικομένων οὐδεμία σωτηρίας ἐλπὶς ὑπελείπετο τῇ πόλει.

当时,雅典人的全部力量几乎都集中在萨摩斯;他们以此为基地,依靠海军力量收复了部分叛离之地,并守护着其余地方,在海上尚能以某种方式与敌人抗衡;但他们畏惧提萨斐尼以及据说即将来临的一百五十艘腓尼基三层桨战船;倘若这些舰队抵达,城邦便不再存有任何得救的希望。

§25.4

ταῦτα δʼ εἰδὼς Ἀλκιβιάδης ἔπεμπε κρύφα πρὸς τοὺς ἐν Σάμῳ δυνατοὺς τῶν Ἀθηναίων, ἐλπίδας ἐνδιδοὺς παρέξειν τὸν Τισαφέρνην φίλον, οὐ τοῖς πολλοῖς χαριζόμενος οὐδὲ πιστεύων ἐκείνοις, ἀλλὰ τοῖς ἀρίστοις, εἰ τολμήσειαν ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ παύσαντες ὑβρίζοντα τὸν δῆμον αὐτοὶ διʼ ἑαυτῶν σώζειν τὰ πράγματα καὶ τὴν πόλιν.

阿尔基比亚德斯知晓此事后,秘密派人联络萨摩斯的雅典显贵,许以让提萨斐尼成为他们盟友的希望;他并非为了讨好民众或信任大众,而是面向那些最优秀的精英,前提是他们敢于展现英雄气概,制止傲慢无礼的民众,凭自己的力量拯救国家与城邦。

§25.5

οἱ μὲν οὖν ἄλλοι σφόδρα προσεῖχον τῷ Ἀλκιβιάδῃ· τῶν δὲ στρατηγῶν εἷς, Φρύνιχος ὁ Δειραδιώτης, ὑποπτεύσας, ὅπερ ἦν, τὸν Ἀλκιβιάδην οὐδέν τι μᾶλλον ὀλιγαρχίας ἢ δημοκρατίας δεόμενον, ζητοῦντα δὲ πάντως κατελθεῖν, ἐκ διαβολῆς τοῦ δήμου προθεραπεύειν καὶ ὑποδύεσθαι τοὺς δυνατούς, ἀνθίστατο. κρατούμενος δὲ τῇ γνώμῃ καὶ φανερῶς ἤδη τοῦ Ἀλκιβιάδου γεγονὼς ἐχθρός, ἐξήγγειλε κρύφα πρὸς Ἀστύοχον τὸν τῶν πολεμίων ναύαρχον, ἐγκελευόμενος φυλάττεσθαι καὶ συλλαμβάνειν ὡς ἐπαμφοτερίζοντα τὸν Ἀλκιβιάδην.

其他人大多对阿尔基比亚德斯言听计从;唯独将领之一、德伊拉狄奥泰村社的弗鲁尼科斯察觉了真相——阿尔基比亚德斯对寡头政治的热衷绝不胜于民主政治,而只是谋求以任何手段重返祖国,通过诋毁民众来预先讨好并逢迎权贵——因而表示反对。但他未能在意见上占上风,且已公然成为阿尔基比亚德斯的仇敌,便暗中遣信告知敌军海军统帅阿斯提奥科斯,敦促他提防并逮捕脚踏两只船的阿尔基比亚德斯。

§25.6

ἐλελήθει δʼ ἄρα προδότης προδότῃ διαλεγόμενος.2 τὸν γὰρ Τισαφέρνην ἐκπεπληγμένος ὁ Ἀστύοχος, καὶ τὸν Ἀλκιβιάδην ὁρῶν παρʼ αὐτῷ μέγαν ὄντα, κατεμήνυσε τὰ τοῦ Φρυνίχου πρὸς αὐτούς. ὁ δʼ Ἀλκιβιάδης εὐθὺς εἰς Σάμον ἔπεμψε τοὺς τοῦ Φρυνίχου κατηγορήσοντας. ἀγανακτούντων δὲ πάντων καὶ συνισταμένων ἐπὶ τὸν Φρύνιχον, οὐχ ὁρῶν ἑτέραν διαφυγὴν ἐκ τῶν παρόντων ἐπεχείρησεν ἰάσασθαι μείζονι κακῷ τὸ κακόν.

但他殊不知自己乃是一个叛徒在与另一个叛徒打交道。阿斯提奥科斯既敬畏提萨斐尼,又见阿尔基比亚德斯在其座前极具权势,便将弗鲁尼科斯的通风报信告发给了他们。阿尔基比亚德斯随即派人前往萨摩斯控告弗鲁尼科斯。在众人群情激愤、联合起来声讨弗鲁尼科斯之际,他见眼下已无其他退路,便企图以更大的祸害来补救眼前的祸害。

§25.7

αὖθις γὰρ ἔπεμψε πρὸς τὸν Ἀστύοχον, ἐγκαλῶν μὲν ὑπὲρ τῆς μηνύσεως, ἐπαγγελλόμενος δὲ τὰς ναῦς καὶ τὸ στρατόπεδον τῶν Ἀθηναίων ὑποχείριον αὐτῷ παρέξειν. οὐ μὴν ἔβλαψέ γε τοὺς Ἀθηναίους ἡ τοῦ Φρυνίχου προδοσία διὰ τὴν Ἀστυόχου παλιμπροδοσίαν. καὶ γὰρ ταῦτα κατεῖπε τοῦ Φρυνίχου πρὸς τοὺς περὶ τὸν Ἀλκιβιάδην.

他又一次派人联络阿斯提奥科斯,一面责怪其泄密之举,一面许诺将雅典人的舰队与营地拱手交到他手中。 然而,由于阿斯提奥科斯的再次背叛,弗鲁尼科斯的通敌行径并未对雅典人造成损害。因为他又将弗鲁尼科斯的这一密谋告知了阿尔基比亚德斯一行人。

§25.8

ὁ δὲ Φρύνιχος προαισθόμενος καὶ προσδεχόμενος δευτέραν κατηγορίαν παρὰ τοῦ Ἀλκιβιάδου, φθάσας αὐτὸς προεῖπε τοῖς Ἀθηναίοις ὅτι μέλλουσιν ἐπιπλεῖν οἱ πολέμιοι, καὶ παρῄνεσε πρὸς ταῖς ναυσὶν εἶναι καὶ περιτειχίσαι τὸ στρατόπεδον.

弗鲁尼科斯提前察觉并预料到阿尔基比亚德斯会发出第二次指控,便先发制人,亲自告知雅典人敌军即将乘船来袭,并建议全军就近戒备战船并在营地周围筑垒防守。

§25.9

ἐπεὶ δὲ πραττόντων ταῦτα τῶν Ἀθηναίων ἧκε γράμματα πάλιν παρὰ τοῦ Ἀλκιβιάδου, φυλάττεσθαι κελεύοντος τὸν Φρύνιχον ὡς προδιδόντα τοῖς πολεμίοις τὸν ναύσταθμον, ἠπίστησαν οἰόμενοι τὸν Ἀλκιβιάδην εἰδότα σαφῶς τὴν τῶν πολεμίων παρασκευὴν καὶ διάνοιαν ἀποχρῆσθαι πρὸς τὴν τοῦ Φρυνίχου διαβολὴν οὐκ ἀληθῶς.

当雅典人正在执行这些防务时,阿尔基比亚德斯再次送来书信,警告他们提防弗鲁尼科斯,因其正企图将海军基地出卖给敌人;然而雅典人并未相信,他们认为阿尔基比亚德斯确切知晓敌军的军备与意图,只是借此不实地构陷弗鲁尼科斯。

§25.10

ὕστερον μέντοι τὸν Φρύνιχον ἑνὸς τῶν περιπόλων Ἕρμωνος ἐν ἀγορᾷ πατάξαντος3 ἐγχειριδίῳ καὶ διαφθείραντος, οἱ Ἀθηναῖοι δίκης γενομένης τοῦ μὲν Φρυνίχου προδοσίαν κατεψηφίσαντο τεθνηκότος, τὸν δʼ Ἕρμωνα καὶ τοὺς μετʼ αὐτοῦ συστάντας ἐστεφάνωσαν.

不过,后来弗鲁尼科斯在广场上被一名巡逻兵赫尔蒙用短剑刺杀身亡,雅典人开庭审讯,对死去的弗鲁尼科斯判处叛国罪,并为赫尔蒙及与其同谋之人授予了花冠。

语法注3 条
  1. 25.2ὥστʼ ἀποβλέπεσθαι τὸν Ἀλκιβιάδην ἑκατέρωθεν ὑπὸ τῶν Ἑλλήνων

    在由 ὥστε 引导的结果从句中使用了“宾格加不定式”结构(τὸν Ἀλκιβιάδην ἀποβλέπεσθαι),其后并列的 τοὺς δʼ Ἀθηναίους μεταμέλεσθαι 与 ἄχθεσθαι δὲ κἀκεῖνον ἤδη καὶ φοβεῖσθαι 同样受该 ὥστε 支配,其逻辑主语(τὸν Ἀλκιβιάδην、τοὺς Ἀθηναίους、κἀκεῖνον)均呈宾格。

  2. 25.6ἐλελήθει δʼ ἄρα προδότης προδότῃ διαλεγόμενος

    动词 λανθάνω(过去完成时 ἐλελήθει)与主格补充分词 διαλεγόμενος 连用,构成惯用表达“未曾意识到自己在进行交谈”。主格的 προδότης(指弗鲁尼科斯)与由 διαλεγόμενος 支配的与格 προδότῃ(指阿斯提奥科斯)相对置,突显了“叛徒在与叛徒交涉”的讽刺意味。

  3. 25.10τὸν Φρύνιχον ἑνὸς τῶν περιπόλων Ἕρμωνος ἐν ἀγορᾷ πατάξαντος

    倒装结构(hyperbaton):句首宾格的 τὸν Φρύνιχον 是属格独立结构 ἑνὸς τῶν περιπόλων Ἕρμωνος... πατάξαντος... καὶ διαφθείραντος 中分词的直接宾语,但为了突出焦点,被提前置于属格独立结构之外。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:25.1-25.10