- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:24.1-24.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在雅典于西西里溃败后,阿尔基比亚德斯促成爱奥尼亚诸城叛离,却因功高遭到阿吉斯王与斯巴达显贵的嫉恨并面临刺杀威胁。他潜逃至波斯总督提萨斐尼处寻求庇护,并凭借过人的机变与魅力深深折服了总督。
μετὰ δὲ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων δυστυχίαν ἐπρέσβευσαν εἰς Σπάρτην ἅμα Χῖοι καὶ Λέσβιοι καὶ Κυζικηνοὶ περὶ ἀποστάσεως. πραττόντων δὲ Βοιωτῶν μὲν Λεσβίοις, Φαρναβάζου δὲ Κυζικηνοῖς,1 Ἀλκιβιάδῃ πεισθέντες εἵλοντο Χίοις πρὸ πάντων βοηθεῖν. ἐκπλεύσας δὲ καὶ αὐτὸς ἀπέστησεν ὀλίγου δεῖν ἅπασαν Ἰωνίαν, καὶ πολλὰ συνὼν τοῖς τῶν Λακεδαιμονίων στρατηγοῖς ἔβλαπτε τοὺς Ἀθηναίους.
在雅典人于西西里遭遇惨败之后,希俄斯人、莱斯博斯人和基齐库斯人同时派遣使节前往斯巴达商讨叛离雅典之事。尽管波奥提亚人为莱斯博斯人周旋,法尔纳巴佐斯为基齐库斯人说项,斯巴达人仍在阿尔基比亚德斯的劝说下,选择首先援助希俄斯人。阿尔基比亚德斯自己也扬帆出航,使几乎整个爱奥尼亚脱离雅典,并因常与拉刻代蒙人的将领在一起,给雅典人造成了极大的损害。
ὁ δʼ Ἆγις ἐχθρὸς μὲν ὑπῆρχεν αὐτῷ διὰ τὴν γυναῖκα κακῶς πεπονθώς, ἤχθετο δὲ καὶ τῇ δόξῃ· τὰ γὰρ πλεῖστα γίνεσθαι καὶ προχωρεῖν διʼ Ἀλκιβιάδην λόγος ἦν· τῶν δʼ ἄλλων Σπαρτιατῶν οἱ δυνατώτατοι καὶ φιλοτιμότατοι τὸν Ἀλκιβιάδην ἤδη ἐβαρύνοντο διὰ φθόνον. ἴσχυσαν οὖν καὶ διεπράξαντο τοὺς οἴκοθεν ἄρχοντας ἐπιστεῖλαι πρὸς Ἰωνίαν ὅπως ἀποκτείνωσιν αὐτόν.
然而阿吉斯因妻子之事受辱而与他为敌,同时也为他的声望所苦;因为当时流传说,绝大多数事情的成功与推进都仰仗阿尔基比亚德斯;而其他斯巴达人中最有权势和进取心的人,也早已出于嫉妒而对他深感厌恶。于是他们施展权势,促成本土的执政官向爱奥尼亚发去指令,要将他处死。
ὁ δʼ ἡσυχῆ προγνοὺς καὶ φοβηθεὶς τῶν μὲν πράξεων πασῶν ἐκοινώνει τοῖς Λακεδαιμονίοις, τὸ δʼ εἰς χεῖρας ἰέναι παντάπασιν ἔφευγε,2 Τισαφέρνῃ δέ, τῷ βασιλέως σατράπῃ, δοὺς ἑαυτὸν ὑπὲρ ἀσφαλείας εὐθὺς ἦν παρʼ αὐτῷ πρῶτος καὶ μέγιστος.
阿尔基比亚德斯暗中获知此事并深感恐惧,虽在一切军事行动中仍与拉刻代蒙人协同合作,却彻底避开落入他们手中;为了自身安全,他投奔国王的总督提萨斐尼,随即成为其座下的第一重臣与最显赫之人。
τὸ μὲν γὰρ πολύτροπον καὶ περιττὸν αὐτοῦ τῆς δεινότητος3 οὐκ ὢν ἁπλοῦς, ἀλλὰ κακοήθης καὶ φιλοπόνηρος, ἐθαύμαζεν ὁ βάρβαρος· ταῖς δὲ καθʼ ἡμέραν ἐν τῷ συσχολάζειν καὶ συνδιαιτᾶσθαι χάρισιν οὐδὲν ἦν ἄτεγκτον ἦθος οὐδὲ φύσις ἀνάλωτος, ἀλλὰ καὶ δεδιόσι καὶ φθονοῦσιν ὅμως τὸ συγγενέσθαι καὶ προσιδεῖν ἐκεῖνον ἡδονήν τινα καὶ φιλοφροσύνην παρεῖχε.
因为那个异族人本非率直之辈,反倒奸诈且喜好狡诈之行,对阿尔基比亚德斯融通多变且非同寻常的机变才能叹服不已;而在他日常起居与共处游乐的非凡魅力面前,没有任何性情是不可软化的,也没有任何本性是不可征服的;即便是那些畏惧和嫉妒他的人,与他相伴和瞻仰他的容颜也总能带来某种欢愉与亲善。
τἆλλʼ οὖν ὢν καὶ μισέλλην ἐν τοῖς μάλιστα4 Περσῶν ὁ Τισαφέρνης, οὕτως ἐνεδίδου τῷ Ἀλκιβιάδῃ κολακευόμενος ὥσθʼ ὑπερβάλλειν αὐτὸν ἀντικολακεύων ἐκεῖνος. ὧν γὰρ ἐκέκτητο παραδείσων τὸν κάλλιστον καὶ ὑδάτων καὶ λειμώνων ὑγιεινῶν ἕνεκεν, διατριβὰς ἔχοντα καὶ καταφυγὰς ἠσκημένας βασιλικῶς καὶ περιττῶς, Ἀλκιβιάδην καλεῖν ἔθετο· καὶ πάντες οὕτω καλοῦντες καὶ προσαγορεύοντες διετέλουν.
因此,提萨斐尼在其他方面虽是波斯人中最憎恶希腊人者,却在阿尔基比亚德斯的奉承下彻底被其折服,乃至在回赠奉承上反超了对方。因为在他所拥有的园林中,有一座因水泉丰沛与草场怡人而最为秀美、建有按王者排场豪奢修葺的憩息与避暑之所的庄园,他便下令命名为“阿尔基比亚德斯”;众人也始终以此名称呼并指称它。
- 24.1πραττόντων δὲ Βοιωτῶν μὲν Λεσβίοις, Φαρναβάζου δὲ Κυζικηνοῖς
此处为独立属格结构(πραττόντων ... Βοιωτῶν / Φαρναβάζου),动词 πράττω 接与格(Λεσβίοις, Κυζικηνοῖς),意为“为……奔走、周旋、说项”(利益与格),表明斯巴达人所面临的不同派系的游说。
- 24.3τὸ δʼ εἰς χεῖρας ἰέναι παντάπασιν ἔφευγε
带冠词不定式 τὸ ... εἰς χεῖρας ἰέναι 作 ἔφευγε 的直接宾语。习语 εἰς χεῖρας ἰέναι 在军事语境中常指“短兵相接”,但在本处结合上下文,指“落入(斯巴达人的)手中”或“置身于其物理控制范围之内”。
- 24.4τὸ μὲν γὰρ πολύτροπον καὶ περιττὸν αὐτοῦ τῆς δεινότητος
中性单数冠词形容词实体化结构(τὸ ... πολύτροπον καὶ περιττόν)统领属格短语 αὐτοῦ τῆς δεινότητος(部分属格或说明属格),意为“其才能中多变且非凡之处”,作为动词 ἐθαύμαζεν 的宾语被倒装置于句首以示强调。
- 24.5ἐν τοῖς μάλιστα
固定习语 ἐν τοῖς μάλιστα 用于强化最高级含义,意为“最……之列”、“尤其”。此处与 Περσῶν 连用,表示提萨斐尼是波斯人中“最为首屈一指的(憎恶希腊者)”。
