← 普鲁塔克

阿尔西比亚德斯传

§23.1-23.8

流亡斯巴达与私通王后蒂麦亚

在雅典被判死刑后,阿尔基比亚德斯逃亡斯巴达,通过建言派遣居利普斯与设防德凯利亚而深受重用。他以变色龙般的适应力彻底融入当地简朴生活,同时却诱奸王后蒂麦亚并育有一子,该子日后因此被剥夺王位继承权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

τοσούτων δὲ κατεψηφισμένων Ἀλκιβιάδου καὶ κατεγνωσμένων,1 ἐτύγχανε μὲν ἐν Ἄργει διατρίβων, ὡς τὸ πρῶτον ἐκ Θουρίων ἀποδρὰς εἰς Πελοπόννησον διεκομίσθη, φοβούμενος δὲ τοὺς ἐχθροὺς καὶ παντάπασι τῆς πατρίδος ἀπεγνωκὼς ἔπεμψεν εἰς Σπάρτην, ἀξιῶν ἄδειαν αὐτῷ γενέσθαι καὶ πίστιν ἐπὶ μείζοσι χρείαις καὶ ὠφελείαις ὧν πρότερον αὐτοὺς ἀμυνόμενος ἔβλαψε.2

当如此多的判决与有罪宣告加诸阿尔基比亚德斯之身时,他从图里翁逃出并初次渡海来到伯罗奔尼撒后,正客居于阿耳戈斯;但他因畏惧仇敌,且对祖国彻底绝望,便遣使前往斯巴达,请求给予他豁免与安全保证,并许诺将为他们提供更大的效用与益处,以补偿先前抵御他们时造成的损害。

§23.2

δόντων δὲ τῶν Σπαρτιατῶν καὶ δεξαμένων, παραγενόμενος προθύμως ἓν μὲν εὐθὺς ἐξειργάσατο, μέλλοντας καὶ ἀναβαλλομένους βοηθεῖν Συρακουσίοις ἐγείρας καὶ παροξύνας πέμψαι Γύλιππον ἄρχοντα καὶ θραῦσαι τὴν ἐκεῖ τῶν Ἀθηναίων δύναμιν· ἕτερον δέ, κινεῖν τὸν αὐτόθεν πόλεμον ἐπὶ τοὺς Ἀθηναίους· τὸ δὲ τρίτον καὶ μέγιστον, ἐπιτειχίσαι Δεκέλειαν, οὗ μᾶλλον οὐδὲν διειργάσατο καὶ κατοικοφθόρησε τὴν πόλιν.

斯巴达人应允并接纳了他,他满怀热忱地赶到,随即促成了一事:在斯巴达人迟疑并拖延援助叙拉古人时,他激发并催促他们派遣居利普斯为主将,从而击垮了雅典在当地的军力;第二件事,是促使斯巴达本土挑起反对雅典人的战争;而第三件也是最重大的一件事,便是设防扼守德凯利亚——再没有什么比这更彻底地摧毁和破坏雅典城邦的了。

§23.3

εὐδοκιμῶν δὲ δημοσίᾳ καὶ θαυμαζόμενος οὐχ ἧττον ἰδίᾳ τοὺς πολλοὺς κατεδημαγώγει καὶ κατεγοήτευε τῇ διαίτῃ λακωνίζων, ὥσθʼ ὁρῶντας ἐν χρῷ κουριῶντα καὶ ψυχρολουτοῦντα καὶ μάζῃ συνόντα καὶ ζωμῷ μέλανι χρώμενον ἀπιστεῖν καὶ διαπορεῖν, εἴ ποτε μάγειρον ἐπὶ τῆς οἰκίας οὗτος ἀνὴρ ἔσχεν ἢ προσέβλεψε μυρεψὸν ἢ Μιλησίας ἠνέσχετο θιγεῖν χλανίδος.

他在公开场合享有盛名并受人钦佩,在私底下也同样以模仿拉哥尼亚式的生活方式笼络并蛊惑了大众。以至于看见他贴头皮剪短头发、沐浴冷水、啃粗麦面包、喝黑菜汤的人,都会怀疑并不解:这个男子究竟是否曾在家中雇过厨子,是否曾看上一眼调香师,又是否曾容忍触摸一件米利都产的华贵披风?

§23.4

ἦν γάρ, ὥς φασι, μία δεινότης αὕτη τῶν πολλῶν ἐν αὐτῷ καὶ μηχανὴ θήρας ἀνθρώπων, συνεξομοιοῦσθαι καὶ συνομοπαθεῖν τοῖς ἐπιτηδεύμασι καὶ ταῖς διαίταις, ὀξυτέρας τρεπομένῳ τροπὰς τοῦ χαμαιλέοντος. πλὴν ἐκεῖνος μέν, ὡς λέγεται, πρὸς ἓν ἐξαδυνατεῖ χρῶμα τὸ λευκὸν ἀφομοιοῦν ἑαυτόν· Ἀλκιβιάδῃ δὲ διὰ χρηστῶν ἰόντι καὶ πονηρῶν ὁμοίως οὐδὲν ἦν ἀμίμητον οὐδʼ ἀνεπιτήδευτον, ἀλλʼ ἐν Σπάρτῃ γυμναστικός, εὐτελής, σκυθρωπός, ἐν Ἰωνίᾳ χλιδανός, ἐπιτερπής, ῥᾴθυμος, ἐν Θράκῃ μεθυστικός, ἐν Θετταλοῖς ἱππαστικός, Τισαφέρνῃ δὲ τῷ σατράπῃ συνὼν ὑπερέβαλεν ὄγκῳ καὶ πολυτελείᾳ τὴν Περσικὴν μεγαλοπρέπειαν, οὐχ αὑτὸν ἐξιστὰς οὕτω ῥᾳδίως εἰς ἕτερον ἐξ ἑτέρου τρόπον, οὐδὲ πᾶσαν δεχόμενος τῷ ἤθει μεταβολήν, ἀλλʼ ὅτι τῇ φύσει χρώμενος ἔμελλε λυπεῖν τοὺς ἐντυγχάνοντας, εἰς πᾶν ἀεὶ τὸ πρόσφορον ἐκείνοις σχῆμα καὶ πλάσμα κατεδύετο καὶ κατέφευγεν.

因为正如人们所说,与他人的习惯和生活方式完全同化与共情,是他身上的诸多绝技之一,也是他猎取人心的手段;他的变幻比变色龙还要迅速。不过据说,变色龙唯独不能将自身变作白色一种颜色;但对于行走于善人与恶人之间的阿尔基比亚德斯而言,却没有任何事物是他不能模仿或实践的: 他在斯巴达热爱操练、节俭朴素、神色肃穆;在爱奥尼亚骄奢淫逸、讨人欢心、怠惰自适;在色雷斯嗜饮豪饮;在色萨利人中精于驰骋;在与总督提萨斐尼交往时,更在排场与奢华上盖过了波斯人的豪侈。这并非因为他能如此轻易地使自己从一种本性脱离为另一种,亦非因为他在人格上接受了每一次彻底改变;而是因为如果顺应本性,他势必会令所结识的人感到不快,所以他才始终隐身并逃避到最投合那些人喜好的外表与伪装之中。

§23.6

ἐν γοῦν τῇ Λακεδαίμονι πρὸς τὰ ἔξωθεν ἦν εἰπεῖν· οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος εἴη ἂν αὐτός, οἷον Λυκοῦργος ἐπαίδευσε· τοῖς δʼ ἀληθινοῖς ἄν τις ἐπεφώνησεν αὐτοῦ πάθεσι καὶ πράγμασιν· ἔστιν ἡ πάλαι γυνή.

至少在拉刻代蒙,从外表来看可以说是: “非阿喀琉斯之子,而是彼 当为 其人本身”,正如吕库古所教养出的那般;但对他的真实情欲与行径,人们本可以惊呼: “依然是昔日的那女子。”

§23.7

Τιμαίαν γὰρ τὴν Ἄγιδος γυναῖκα τοῦ βασιλέως στρατευομένου καὶ ἀποδημοῦντος οὕτω διέφθειρεν ὥστε καὶ κύειν ἐξ Ἀλκιβιάδου καὶ μὴ ἀρνεῖσθαι, καὶ τεκούσης παιδάριον ἄρρεν ἔξω μὲν Λεωτυχίδην καλεῖσθαι, τὸ δʼ ἐντὸς αὐτοῦ ψιθυριζόμενον ὄνομα πρὸς τὰς φίλας καὶ τὰς ὀπαδοὺς ὑπὸ τῆς μητρὸς Ἀλκιβιάδην εἶναι· τοσοῦτος ἔρως κατεῖχε τὴν ἄνθρωπον. ὁ δʼ ἐντρυφῶν ἔλεγεν οὐχ ὕβρει τοῦτο πράττειν οὐδὲ κρατούμενος ὑφʼ ἡδονῆς, ἀλλʼ ὅπως Λακεδαιμονίων βασιλεύσωσιν οἱ ἐξ αὐτοῦ γεγονότες.

原来,在国王阿吉斯从军出征远行在外之时,阿尔基比亚德斯诱惑了王后蒂麦亚,乃至她怀上了阿尔基比亚德斯的身孕且并不否认;当她产下一个男婴时,对外称作莱奥提基得斯,但在私下里,由母亲向密友与侍女耳语的名字却是阿尔基比亚德斯;这女人被如此强烈的爱欲所俘获。而他却傲慢地宣称,自己这样做并非出于放肆侮辱,亦非屈服于享乐,而是为了让自己的后裔能够统领拉刻代蒙人。

§23.8

οὕτω πραττόμενα ταῦτα πολλοὶ κατηγόρουν πρὸς τὸν Ἆγιν. ἐπίστευσε δὲ τῷ χρόνῳ μάλιστα, ὅτι σεισμοῦ γενομένου φοβηθεὶς ἐξέδραμε τοῦ θαλάμου παρὰ τῆς γυναικός, εἶτα δέκα μηνῶν3 οὐκέτι συνῆλθεν αὐτῇ, μεθʼ οὓς γενόμενον τὸν Λεωτυχίδην ἀπέφησεν ἐξ αὐτοῦ μὴ γεγονέναι. καὶ διὰ τοῦτο τῆς βασιλείας ἐξέπεσεν ὕστερον ὁ Λεωτυχίδης.

许多人将这些行径告发给阿吉斯。国王主要是根据时间确信了此事,因为在发生地震时,他吓得从内室逃离了妻子,此后整整十个月未再与她同房;在这之后出生的莱奥提基得斯,他断定绝非自己的血脉。正因如此,莱奥提基得斯日后失去了王位。

语法注3 条
  1. 23.1κατεψηφισμένων Ἀλκιβιάδου καὶ κατεγνωσμένων

    这是一个独立属格结构,被动分词与中性复数主语 τοσούτων(如此多的判决/惩罚)在性数格上一致。动词 καταψηφίζομαι 与 καταγιγνώσκω 依其前缀 κατά- 支配表示定罪对象的属格 Ἀλκιβιάδου。

  2. 23.1ὧν πρότερον αὐτοὺς ἀμυνόμενος ἔβλαψε

    这是由比较级形容词 μείζοσι(更大的)所支配的比较属格结构。先行词 τούτων 被省略,而关系代名词 ἅ(原本作为双宾语动词 ἔβλαψε 的同族宾格或直接宾语)受到先行词应有属格的影响而被同化(attraction)为 ὧν。

  3. 23.8δέκα μηνῶν

    时间的属格(“达十个月之久”),用以表示动作未曾发生的持续时间范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:23.1-23.8