← 普鲁塔克

阿尔西比亚德斯传

§22.1-22.4

阿尔基比亚德斯的脱逃与缺席死刑判决

阿尔基比亚德斯在押解途中破坏了墨西拿的倒戈企图并于图里翁脱逃,雅典随后对他进行缺席审判,判处其死刑并下令全体祭司对其施加诅咒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

εὐθὺς μὲν οὖν ἀποπλέων ὁ Ἀλκιβιάδης ἀφείλετο Μεσσήνην Ἀθηναίους.1 ἦσαν γὰρ οἱ μέλλοντες ἐνδιδόναι τὴν πόλιν, οὓς ἐκεῖνος εἰδὼς σαφέστατα τοῖς Συρακουσίων φίλοις ἐμήνυσε καὶ διέφθειρε τὴν πρᾶξιν. ἐν δὲ Θουρίοις γενόμενος καὶ ἀποβὰς τῆς τριήρους ἔκρυψεν ἑαυτὸν καὶ διέφυγε τοὺς ζητοῦντας.

于是,阿尔基比亚德斯一开船启程,便使雅典人失去了墨西拿。因为城中本有人打算献城投降,而他对这些人了如指掌,便向叙拉古的盟友告密,从而破坏了这一行动。及至抵达图里翁并下了三列桨船,他便藏匿起来,避开了追捕者。

§22.2

ἐπιγνόντος δέ τινος καὶ εἰπόντος· οὐ πιστεύεις, ὦ Ἀλκιβιάδη, τῇ πατρίδι; τὰ μὲν ἄλλʼ, ἔφη, πάντα· περὶ δὲ τῆς ψυχῆς τῆς ἐμῆς οὐδὲ τῇ μητρί, μήπως ἀγνοήσασα τὴν μέλαιναν ἀντὶ τῆς λευκῆς ἐπενέγκῃ ψῆφον.2 ὕστερον δʼ ἀκούσας ὅτι θάνατον αὐτοῦ κατέγνωκεν ἡ πόλις· ἀλλʼ ἐγώ, εἶπε, δείξω αὐτοῖς ὅτι ζῶ.

有人认出了他,问道: “阿尔基比亚德斯,你不信任你的祖国吗?” “在其余一切事上,”他说,“我都信任;但关乎我自己的性命,我连亲生母亲也不信任,唯恐她因一时看错,投下了黑石子而非白石子。” 后来听闻城邦已判处他死刑,他说: “但我 要向他们证明我还活着。”

§22.3

τὴν μὲν οὖν εἰσαγγελίαν οὕτως ἔχουσαν ἀναγράφουσι· Θεσσαλὸς Κίμωνος Λακιάδης Ἀλκιβιάδην Κλεινίου Σκαμβωνίδην εἰσήγγειλεν ἀδικεῖν περὶ τὼ θεώ, τὴν Δήμητραν καὶ τὴν Κόρην, ἀπομιμούμενον τὰ μυστήρια καὶ δεικνύοντα τοῖς αὑτοῦ ἑταίροις ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἔχοντα στολὴν οἵανπερ ὁ ἱεροφάντης ἔχων δεικνύει τὰ ἱερά, καὶ ὀνομάζοντα αὑτὸν μὲν ἱεροφάντην, Πουλυτίωνα δὲ δᾳδοῦχον, κήρυκα δὲ Θεόδωρον Φηγαιᾶ, τοὺς δʼ ἄλλους ἑταίρους μύστας προσαγορεύοντα καὶ ἐπόπτας παρὰ τὰ νόμιμα καὶ τὰ καθεστηκότα ὑπό τε Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἱερέων τῶν ἐξ Ἐλευσῖνος.

载入记录的弹劾书内容如下: “拉克亚代区的基蒙之子特萨罗斯弹劾斯坎博尼代区的克莱尼亚斯之子阿尔基比亚德斯,指控他冒犯德墨忒尔与科尔两位女神,在自己家中向同伴模拟秘仪并作展示,身穿示法师展示圣物时所穿的那种长袍,自封为示法师,命普利提翁充当持火者,命佩盖亚区的狄奥多罗斯充当传令官,并称其余同伴为入秘者与观照者,违背了欧摩尔波斯家族、传令官家族以及埃琉西斯祭司们所设立的习俗与既定规条。”

§22.4

ἐρήμην δʼ αὐτοῦ καταγνόντες3 καὶ τὰ χρήματα δημεύσαντες ἔτι καταρᾶσθαι προσεψηφίσαντο πάντας ἱερεῖς καὶ ἱερείας, ὧν μόνην φασὶ Θεανὼ τὴν Μένωνος Ἀγραυλῆθεν ἀντειπεῖν πρὸς τὸ ψήφισμα, φάσκουσαν εὐχῶν, οὐ καταρῶν ἱέρειαν γεγονέναι.

雅典人在缺席审判下判处他有罪并没收了其财产,还进一步表决要求全体男女祭司对他施加诅咒;据说在这些人当中,唯有阿格劳勒区的墨农之女泰阿诺反对这项法令,声称自己是祈福的祭司,而非诅咒的祭司。

语法注3 条
  1. 22.1ἀφείλετο Μεσσήνην Ἀθηναίους

    表示剥夺的动词 ἀφαιρέομαι 支配由被剥夺的人(Ἀθηναίους)和被剥夺的事物(Μεσσήνην)组成的双宾格结构,意为“使雅典人失去了墨西拿”。

  2. 22.2μήπως ἀγνοήσασα τὴν μέλαιναν ἀντὶ τῆς λευκῆς ἐπενέγκῃ ψῆφον

    由 μήπως 搭配不定过去时虚拟式(ἐπενέγκῃ)构成的虑惧从句,接在承前省略的 οὐδὲ τῇ μητρί[补出 πιστεύω]之后,表达心中的担忧。此句基于雅典法庭中黑石投有罪、白石投无罪的司法表决习俗。

  3. 22.4ἐρήμην δʼ αὐτοῦ καταγνόντες

    复合动词 καταγιγνώσκω 支配被判决者的属格(αὐτοῦ)和判决性质的宾格。此处省略了名词 δίκην,ἐρήμην [δίκην] καταγνόντες 为雅典法律惯用语,意为“在缺席审判中对他作出有罪判决”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:22.1-22.4