- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:21.1-21.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在狱中受到提麦奥斯劝说的安多基德斯通过告发他人换取了豁免,被指认者均遭处决。民众的愤怒随即全面转向阿尔基比亚德斯,当局审慎地派船温和征召他受审,以防军中生变。
τῶν οὖν δεθέντων καὶ φυλαττομένων ἐπὶ κρίσει τότε καὶ Ἀνδοκίδης ἦν ὁ ῥήτωρ, ὃν Ἑλλάνικος ὁ συγγραφεὺς εἰς τοὺς Ὀδυσσέως ἀπογόνους ἀνήγαγεν. ἐδόκει δὲ μισόδημος καὶ ὀλιγαρχικὸς ὁ Ἀνδοκίδης, ὕποπτον δὲ οὐχ ἥκιστα τῆς τῶν Ἑρμῶν περικοπῆς ἐποίησεν ὁ μέγας Ἑρμῆς, ὁ πλησίον αὐτοῦ τῆς οἰκίας ἀνάθημα τῆς Αἰγηΐδος φυλῆς ἱδρυμένος· ἐν γὰρ ὀλίγοις πάνυ τῶν ἐπιφανῶν μόνος σχεδὸν ἀκέραιος ἔμεινε· διὸ καὶ νῦν Ἀνδοκίδου καλεῖται, καὶ πάντες οὕτως ὀνομάζουσι τῆς ἐπιγραφῆς ἀντιμαρτυρούσης. συνέβη δὲ τῷ Ἀνδοκίδῃ μάλιστα τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐν τῷ δεσμωτηρίῳ γενέσθαι συνήθη καὶ φίλον ἔνδοξον μὲν οὐχ ὁμοίως ἐκείνῳ, συνέσει δὲ καὶ τόλμῃ περιττόν, ὄνομα Τίμαιον.
在当时被拘押并看守着候审的人当中,演说家安多基德斯也在其列;史家赫拉尼库斯曾将他的世系追溯至奥德修斯的后裔。安多基德斯被认为反民主且支持寡头,而使他对赫尔墨斯像毁损案嫌疑最大的,乃是立于他住宅附近的一尊巨型赫尔墨斯像,那是埃盖伊斯部族的奉献物;因为在极少数〔未损的神像〕中,著名神像里几乎唯独它完好无损。因此直到如今它仍被称为安多基德斯的神像,尽管碑文作了相反的证明,众人还是这般称呼它。 在监狱中,在同受指控的人之中,安多基德斯碰巧与一个名叫提麦奥斯的人尤为熟稔并成了朋友。此人名望虽不及安多基德斯,但机智与胆魄却过人。
οὗτος ἀναπείθει τὸν Ἀνδοκίδην ἑαυτοῦ κατήγορον καί τινων ἄλλων γενέσθαι μὴ πολλῶν· ὁμολογήσαντι γὰρ ἄδειαν εἶναι κατὰ ψήφισμα τοῦ δήμου,1 τὰ δὲ τῆς κρίσεως ἄδηλα πᾶσι, τοῖς δὲ δυνατοῖς φοβερώτατα· βέλτιον δὲ σωθῆναι ψευδόμενον ἢ μετὰ τῆς αὐτῆς αἰτίας ἀποθανεῖν ἀδόξως, καὶ τὸ κοινῇ σκοποῦντι συμφέρον ὑπάρχειν, ὀλίγους καὶ ἀμφιβόλους προέμενον, πολλοὺς καὶ ἀγαθοὺς ἐξελέσθαι τῆς ὀργῆς.
他劝说安多基德斯充当自己和少数几个其他人的告发者,指出按照民众的法令,自白者即可获得赦免,而审判的结局对任何人都是难料的,对显贵之人更是最为可怕;况且,撒谎得救也胜过背负同样的罪名耻辱地死去,从大局考虑,舍弃少数可疑之人以解救众多良善之辈免受民众之怒,乃是有利的。
ταῦτα τοῦ Τιμαίου λέγοντος καὶ διδάσκοντος ὁ Ἀνδοκίδης ἐπείσθη, καὶ γενόμενος μηνυτὴς καθʼ αὑτοῦ καὶ καθʼ ἑτέρων ἔσχε τὴν ἐκ τοῦ ψηφίσματος ἄδειαν αὐτός· οὓς δʼ ὠνόμασε πάντες πλὴν τῶν φυγόντων ἀπώλοντο. καὶ πίστεως ἕνεκα προσέθηκεν αὐτοῖς οἰκέτας ἰδίους ὁ Ἀνδοκίδης.
在提麦奥斯的这番说辞与指点下,安多基德斯被说服了,他充当了指控自己与他人的告发者,从而自身获得了法令所保障的豁免权;然而除了逃亡之人外,凡被他点名者全部丧生。为了取信于人,安多基德斯还把自家奴仆也列入了名单之中。
οὐ μὴν ὅ γε δῆμος τὴν ὀργὴν ἅπασαν ἀφῆκεν ἐνταῦθα, ἀλλὰ μᾶλλον ἀπαλλαγεὶς τῶν Ἑρμοκοπιδῶν ὥσπερ σχολάζοντι τῷ θυμῷ2 πρὸς τὸν Ἀλκιβιάδην ὅλος ἐρρύη, καὶ τέλος ἀπέστειλε τὴν Σαλαμινίαν ἐπʼ αὐτόν, οὐ φαύλως αὐτό γε τοῦτο προστάξας, μὴ βιάζεσθαι μηδʼ ἅπτεσθαι τοῦ σώματος,3 ἀλλὰ τῷ μετρίῳ λόγῳ χρῆσθαι κελεύοντας ἀκολουθεῖν ἐπὶ κρίσιν καὶ πείθειν τὸν δῆμον.
然而民众并未就此平息全部愤怒,相反,在处置了毁损神像案之后,他们的怒火仿佛得了空闲,整个向阿尔基比亚德斯倾泻而去。他们最终派遣萨拉米尼亚号前去召回他,下达的指令也十分周密,要求不得动武,亦不得拘押其身体,而要使用温和的言辞,命他随船回国受审并向民众陈情。
ἐφοβοῦντο γὰρ ταραχὰς τοῦ στρατεύματος ἐν πολεμίᾳ γῇ καὶ στάσιν, ὃ ῥᾳδίως ἂν ἐξειργάσατο βουληθεὶς ὁ Ἀλκιβιάδης. καὶ γὰρ ἠθύμουν ἀπιόντος αὐτοῦ, καὶ πολλὴν τριβὴν προσεδόκων καὶ μῆκος ἀργὸν ἐν τῷ Νικίᾳ τὸν πόλεμον ἕξειν, καθάπερ μύωπος ἀφῃρημένου τῶν πράξεων.4 ὁ γὰρ Λάμαχος ἦν μὲν πολεμικὸς καὶ ἀνδρώδης, ἀξίωμα δʼ οὐ προσῆν οὐδʼ ὄγκος αὐτῷ διὰ πενίαν.
因为他们担心军队会在敌方土地上发生骚乱与哗变,而若是阿尔基比亚德斯愿意,他本可以轻易做到这一点。事实上,将士们因他的离去而垂头丧气,预料在尼基阿斯的统帅下,战事将经历长久的延误与无谓的拖延,仿佛行动被抽去了策动的马刺一般。因为拉马库斯虽骁勇善战,却因贫穷而缺乏威望与分量。
- 21.3ὁμολογήσαντι γὰρ ἄδειαν εἶναι κατὰ ψήφισμα τοῦ δήμου
间接引语中的不定式从句。与格分词 ὁμολογήσαντι 作为 εἶναι 的属有与格(即“坦白者享有免责权”)。其后的 βέλτιον δὲ σωθῆναι(省略了 εἶναι)以及 καὶ τὸ κοινῇ σκοποῦντι συμφέρον ὑπάρχειν 亦作为并列的不定式从句,陈述提麦奥斯的劝说理据。
- 21.5ὥσπερ σχολάζοντι τῷ θυμῷ
表示伴随情况或方式的与格(或与拟人化情感相连的表语性与格)。它呼应前文的 ἀπαλλαγεὶς τῶν Ἑρμοκοπιδῶν(摆脱了毁损神像案之后),生动地描绘出民众的怒火因失去了前一个宣泄对象而“闲置下来”,从而全数倾泻到阿尔基比亚德斯身上。
- 21.5οὐ φαύλως αὐτό γε τοῦτο προστάξας, μὴ βιάζεσθαι μηδʼ ἅπτεσθαι τοῦ σώματος
不定式短语 μὴ βιάζεσθαι μηδʼ ἅπτεσθαι 带否定词 μή,作为分词 προστάξας 的具体命令内容(同位或宾语)。副词短语 οὐ φαύλως(绝非轻率地、极有见地地)修饰这一避免使用武力或拘禁身体的慎重指令。
- 21.6καθάπερ μύωπος ἀφῃρημένου τῶν πράξεων
由比较连接词 καθάπερ 引导的独立属格结构(比喻用法)。名词 μύωψ 本义为“牛虻”或驱马的“马刺/刺棒”,此处借喻阿尔基比亚德斯,指他是激发并推动军事行动(τῶν πράξεων)的催化力量与动力源泉。
