← 普鲁塔克

阿尔西比亚德斯传

§20.1-20.5

西西里远征的启航与被召回雅典受审

阿尔基比亚德斯率大军出征西西里并争取到了卡塔奈,但雅典本土对毁损神像与亵渎秘仪的指控愈演愈烈,他随即被召回受审。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ἐπεὶ δʼ οὐκ ἔπειθεν, ἀλλὰ πλεῖν ἐκέλευον αὐτόν, ἀνήχθη μετὰ τῶν συστρατήγων ἔχων τριήρεις μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα καὶ ἑκατὸν ἀποδεούσας, ὁπλίτας δὲ πεντακισχιλίους καὶ ἑκατόν, τοξότας δὲ καὶ σφενδονήτας καὶ ψιλοὺς περὶ τριακοσίους καὶ χιλίους, καὶ τὴν ἄλλην παρασκευὴν ἀξιόλογον.

然而,由于阿尔基比亚德斯未能说服众人,大家反倒命令他启航,他便同他的同僚将领们一同出海。他率领着距一百四十艘相差不多的三桨座战船、五千一百名重装步兵、约一千三百名弓箭手、投石兵与轻装步兵,以及其余可观的军备。

§20.2

προσβαλὼν δʼ Ἰταλίᾳ καὶ Ῥήγιον ἑλών, εἰσηγήσατο γνώμην ὅτῳ τρόπῳ πολεμητέον ἐστί. καὶ Νικίου μὲν ἀντιλέγοντος, Λαμάχου δὲ προσθεμένου, πλεύσας εἰς Σικελίαν προσηγάγετο Κατάνην, ἄλλο δὲ οὐδὲν ἔπραξε μετάπεμπτος ὑπὸ τῶν Ἀθηναίων ἐπὶ τὴν κρίσιν εὐθὺς γενόμενος. πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, ψυχραί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Ἀλκιβιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων· ἔπειτα τῶν ἐχθρῶν ἀπόντος αὐτοῦ καθαπτομένων σφοδρότερον, καὶ τοῖς περὶ τοὺς Ἑρμᾶς ὑβρίσμασι καὶ τὰ μυστικὰ συμπλεκόντων, ὡς ἀπὸ μιᾶς ἐπὶ νεωτερισμῷ συνωμοσίας πεπραγμένα, τοὺς μὲν ὁπωσοῦν ἐπαιτιαθέντας ἐνέβαλλον ἀκρίτους εἰς τὸ δεσμωτήριον, ἤχθοντο δὲ τὸν Ἀλκιβιάδην μὴ λαβόντες ὑπὸ τὰς ψήφους τότε μηδὲ κρίναντες ἐπʼ αἰτίαις τηλικαύταις.

抵达意大利并取得雷吉翁后,他提出了作战方针。在尼基阿斯反对而拉马库斯赞同的情况下,他航行至西西里,争取到了卡塔奈,但旋即被雅典人召回受审,未及建立其他功业。 因为首先,如前所述,奴隶和外邦居留民对阿尔基比亚德斯提出的某些捕风捉影的猜疑与中伤不断涌现;其次,政敌们趁他不在便更激烈地发难,并将毁损赫尔墨斯像的亵圣行径与密仪事件纠缠在一起,视其为旨在政变的单一阴谋所为,〔雅典人〕遂将任何受到指控的人未经审判就投入监狱,并且恼恨当时没有将阿尔基比亚德斯诉诸投票,没有依如此重大的罪名对他进行审判。

§20.4

ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ παραπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο. τοὺς δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δʼ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς· "ὦ φίλταθʼ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν." καί· "φυλάξομαι· Τεύκρῳ γὰρ οὐχὶ βούλομαι μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ."

凡是因民众对阿尔基比亚德斯的愤怒而受牵连的家属、朋友或密友,都遭到了他们更严酷的对待。对于告发者之名,修昔底德未予提及,其他人则指名为狄奥克莱达斯与透克洛斯,其中也有喜剧诗人弗律尼库斯,他写下了这样的诗句: “最亲爱的赫尔墨斯啊,当心莫要摔倒, 莫要摔碎自己,给另一个意图作恶的狄奥克莱达斯 提供造谣中伤的借口。” 以及: “我自会当心;因为我可不想把告发奖金 赏给透克洛斯那个该死的异邦客。”

§20.5

καίτοι βέβαιον οὐδὲν οὐδʼ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν. εἷς δʼ αὐτῶν ἐρωτώμενος ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινάμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης1 ὅτε ταῦτʼ ἐδρᾶτο· ὃ θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δʼ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλʼ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ ἐμβάλλων εἰς τὸ δεσμωτήριον οὗ τις κατείποι.2

然而,告发者们所提出的证据毫无切实或有力之处。其中一人被问及如何辨认出毁损神像者的面貌,竟回答说是借着月光,此话完全败露无遗,因为案发之时正值朔日新月之夜;这虽在明智之人中引起了哗然,但即便如此也未能使民众对谣言宽容半分;相反,他们正如起初那般冲动,凡是被人检举告发之人,便毫不间断地将其拘捕入狱。

语法注2 条
  1. 20.5ἕνης καὶ νέας οὔσης

    独立属格结构。雅典阴历中习用的 ἕνη καὶ νέα(“旧日与新日”)特指月末最后一天,即合朔之时(新月)。此时全无月光,因而这一历法事实直接揭穿了证人所谓“借月光辨认面孔”的谎言。

  2. 20.5οὗ τις κατείποι

    希求法动词 κατείποι 表示过去反复发生的动作(反复希求法)。先行词(如 τοῦτον)被省略,关系代名词 οὗ 呈现属格形式,这是由于关系从句内的动词 κατεῖπον(告发)依语法惯例支配被告发者的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:20.1-20.5