← 普鲁塔克

阿尔西比亚德斯传

§19.1-19.5

亵渎秘仪的指控与推迟审判的诡计

面对安德罗克勒斯等人关于亵渎秘仪的指控,阿尔基比亚德斯依靠军队与盟友的支持要求立即受审,但政敌们却施诡计将审讯推迟至远征之后。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἐν δὲ τούτῳ δούλους τινὰς καὶ μετοίκους προήγαγεν Ἀνδροκλῆς ὁ δημαγωγὸς ἄλλων τε ἀγαλμάτων περικοπὰς καὶ μυστηρίων παρʼ οἶνον ἀπομιμήσεις τοῦ Ἀλκιβιάδου καὶ τῶν φίλων κατηγοροῦντας. ἔλεγον δὲ Θεόδωρον μέν τινα δρᾶν τὰ τοῦ κήρυκος, Πουλυτίωνα δὲ τὰ τοῦ δᾳδούχου, τὰ δὲ τοῦ ἱεροφάντου τὸν Ἀλκιβιάδην, τοὺς δʼ ἄλλους ἑταίρους παρεῖναι καὶ μυεῖσθαι μύστας προσαγορευομένους.

在此期间,煽动家安德罗克勒斯带出若干奴隶和外邦居留民,指控阿尔基比亚德斯及其友人毁损了其他神像,并在酒席上模仿神圣秘仪。他们声称,一个名叫西奥多罗斯的人充当传令官,普利提翁充当持炬人,阿尔基比亚德斯充当秘仪主持者,而其他同伴则在场受戒并被称为密仪信徒。

§19.2

ταῦτα γὰρ ἐν τῇ εἰσαγγελίᾳ γέγραπται Θεσσαλοῦ τοῦ Κίμωνος εἰσαγγείλαντος Ἀλκιβιάδην ἀσεβεῖν περὶ τὼ θεώ. τραχυνομένου δὲ τοῦ δήμου καὶ πικρῶς πρὸς Ἀλκιβιάδην ἔχοντος, καὶ τοῦ Ἀνδροκλέους (ἦν γὰρ οὗτος ἐχθρὸς ἐν τοῖς μάλιστα τοῦ Ἀλκιβιάδου) παροξύνοντος, ἐν ἀρχῇ μὲν ἐταράχθησαν οἱ περὶ τὸν Ἀλκιβιάδην.

因为这些内容正写在客蒙之子萨萨卢斯弹劾阿尔基比亚德斯对两位女神犯下不敬之罪的弹劾书上。当民众变得愤怒而对阿尔基比亚德斯心怀刻毒,且安德罗克勒斯(此人正是阿尔基比亚德斯的首要宿敌之一)极力挑动时,阿尔基比亚德斯周围的人起初大为惊惶。

§19.3

αἰσθόμενοι δὲ τούς τε ναύτας, ὅσοι πλεῖν ἔμελλον εἰς Σικελίαν, εὔνους ὄντας αὐτοῖς καὶ τὸ στρατιωτικόν, Ἀργείων δὲ καὶ Μαντινέων χιλίων ὄντων ὁπλιτῶν ἀκούοντες ἀναφανδὸν λεγόντων ὡς διʼ Ἀλκιβιάδην στρατεύοιντο διαπόντιον καὶ μακρὰν στρατείαν, ἐὰν δέ τις ἀγνωμονῇ περὶ τοῦτον, εὐθὺς ἀποστήσεσθαι, ἀνεθάρρουν καὶ παρίσταντο τῷ καιρῷ πρὸς τὴν ἀπολογίαν, ὥστε τοὺς ἐχθροὺς πάλιν ἀθυμεῖν καὶ φοβεῖσθαι μὴ περὶ τὴν κρίσιν ὁ δῆμος ἀμβλύτερος αὐτῷ γένηται διὰ τὴν χρείαν.

然而,当他们察觉到即将扬帆前往西西里的水手们以及陆军部队都心向自己,又听到一千名阿尔戈斯与曼提尼亚重装步兵公然声明称,正是为了阿尔基比亚德斯他们才远渡重洋参加漫长的远征,若有人对他不公,他们将立即脱离队伍,他们便重振勇气,借此时机站出来准备申辩;结果反倒是政敌们灰心丧气,担忧民众因局势之需而在审判时对他手下留情。

§19.4

πρὸς ταῦτʼ οὖν τεχνάζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ Ἀλκιβιάδου, μισοῦντας δὲ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν1 ὡς ἄτοπόν ἐστιν αὐτοκράτορι στρατηγῷ τηλικαύτης ἀποδεδειγμένῳ δυνάμεως, ἠθροισμένης στρατιᾶς καὶ τῶν συμμάχων, μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολλύναι τὸν καιρόν·2 ἀλλὰ νῦν μὲν ἀγαθῇ τύχῃ πλεέτω, τοῦ δὲ πολέμου διαπραχθέντος ἐπὶ τοῖς αὐτοῖς νόμοις ἀπολογείσθω παρών.

为此,政敌们遂施展诡计,让那些表面上未被视为阿尔基比亚德斯的敌人、内心却不亚于公开为敌者那般痛恨他的演说家们,在民众大会上站起来声称:对于一位被任命为统领如此庞大军力的全权将军,在陆军与盟邦业已集结之际,〔民众〕居然要在期间抽签选拔法官、测算水钟的时间来虚耗良机,委实荒唐;倒不如让他在吉兆下先行启航,待战事平定后,本人再在同样的法律约束下出庭申辩。

§19.5

οὐκ ἐλάνθανε μὲν οὖν ἡ κακοήθεια τῆς ἀναβολῆς τὸν Ἀλκιβιάδην, ἀλλʼ ἔλεγε παριὼν ὡς δεινόν ἐστιν αἰτίας ἀπολιπόντα καθʼ ἑαυτοῦ καὶ διαβολὰς ἐκπέμπεσθαι μετέωρον ἐπὶ τοσαύτης δυνάμεως· ἀποθανεῖν γὰρ προσήκειν μὴ λύσαντι τὰς κατηγορίας, λύσαντι δὲ καὶ φανέντι καθαρῷ τρέπεσθαι πρὸς τοὺς πολεμίους3 μὴ δεδοικότι τοὺς συκοφάντας.

阿尔基比亚德斯自然看穿了这种推延背后的险恶用心,他遂走上前去申辩道:在身后留下对自己的指控与中伤,却率领如此庞大的军队悬心未决地被派遣出去,实乃可怕之事;因为若不洗清指控,他理当受死,但若洗清了指控且证明了清白,他就应当无惧于谗构之徒,全力去迎击敌人。

语法注3 条
  1. 19.4τεχνάζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ Ἀλκιβιάδου, μισοῦντας δὲ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν

    动词 τεχνάζουσι(施诡计使……)支配带不定词的宾格结构(τοὺς οὐ δοκοῦντας... ἀνισταμένους... λέγειν)。τῶν ῥητόρων 是部分属格,修饰定冠词短语 τοὺς οὐ δοκοῦντας(那些不被视作……的人),意为“策动演说家中那些表面上不被视作敌人的人在民众面前站起来说”。

  2. 19.4μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολλύναι τὸν καιρόν

    该不定词短语作非人称谓语 ἄτοπόν ἐστιν 的主语。阳性宾格复数分词 κληροῦντας 与 διαμετροῦντας 的逻辑主语为上下文所隐含的雅典民众一般,意为“(让民众)在其间抽签指定法庭、计量水钟,从而虚度良机”。

  3. 19.5ἀποθανεῖν γὰρ προσήκειν μὴ λύσαντι τὰς κατηγορίας, λύσαντι δὲ καὶ φανέντι καθαρῷ τρέπεσθαι πρὸς τοὺς πολεμίους

    这是承接前文述说动词的间接引语不定词结构,προσήκειν 代表直说法的 προσήκει。分词 μὴ λύσαντι 与 λύσαντι δὲ καὶ φανέντι 是非人称动词 προσήκει 所要求的与格,兼具条件意义(“若未能消除指控……但若消除了指控并证明清白……”),其指涉对象为阿尔基比亚德斯本人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:19.1-19.5