- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:18.1-18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼基阿斯、阿尔基比亚德斯与拉马库斯获授远征全权;在启航前夕,阿多尼斯节的凶兆与赫尔墨斯神像毁损事件引发了民众与议事会对阴谋的激烈调查。
ὁ δὲ Νικίας ἄκων μὲν ᾑρέθη στρατηγός, οὐχ ἥκιστα τὴν ἀρχὴν καὶ διὰ τὸν συνάρχοντα φεύγων· ἐφαίνετο γὰρ τοῖς Ἀθηναίοις τὰ τοῦ πολέμου βέλτιον ἕξειν μὴ προεμένοις τὸν Ἀλκιβιάδην ἄκρατον, ἀλλὰ μιχθείσης πρὸς τὴν τόλμαν αὐτοῦ τῆς Νικίου προνοίας·1 καὶ γὰρ ὁ τρίτος στρατηγὸς Λάμαχος ἡλικίᾳ προήκων ὅμως ἐδόκει μηδὲν ἧττον εἶναι τοῦ Ἀλκιβιάδου διάπυρος καὶ φιλοκίνδυνος ἐν τοῖς ἀγῶσι·
至于尼基阿斯,他违心被选为将军,避任此职尤因其同僚之故;因为在雅典人看来,若非放任阿尔基比亚德斯独断专行,而是将尼基阿斯的慎重与他的果敢相调和,战事的发展当会更好;况且第三位将军拉马库斯虽年事已高,但在临战时似乎并不比阿尔基比亚德斯逊色,同样性情炽热而乐于涉险。
βουλευομένων δὲ περὶ πλήθους καὶ τρόπου παρασκευῆς ἐπεχείρησεν αὖθις ὁ Νικίας ἐνίστασθαι καὶ καταπαύειν τὸν πόλεμον. ἀντειπόντος δὲ τοῦ Ἀλκιβιάδου καὶ κρατήσαντος, ἔγραψε τῶν ῥητόρων Δημόστρατος καὶ εἶπεν ὡς χρὴ τοὺς στρατηγοὺς αὐτοκράτορας εἶναι καὶ τῆς παρασκευῆς καὶ τοῦ πολέμου παντός. ἐπιψηφισαμένου δὲ τοῦ δήμου καὶ γενομένων ἑτοίμων πάντων πρὸς τὸν ἔκπλουν, οὐ χρηστὰ παρῆν οὐδὲ τὰ τῆς ἑορτῆς.
当众人商议备战的规模与方式时,尼基阿斯再次企图加以阻挠并终止战事。但阿尔基比亚德斯反唇相讥并占据上风,演说家之一德莫斯特拉图斯遂起草提案并声称,将军们在备战及整个战事上皆当握有全权。 民众表决通过、出航的一切皆已就绪之时,正值节庆之事也殊非吉兆。
Ἀδωνίων γὰρ εἰς τὰς ἡμέρας ἐκείνας καθηκόντων εἴδωλα πολλαχοῦ νεκροῖς ἐκκομιζομένοις ὅμοια προὔκειντο ταῖς γυναιξί, καὶ ταφὰς ἐμιμοῦντο κοπτόμεναι, καὶ θρήνους ᾖδον. ἡ μέντοι τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ τῶν πλείστων ἀκρωτηριασθέντων τὰ πρόσωπα,2 πολλοὺς καὶ τῶν περιφρονούντων τὰ τοιαῦτα διετάραξεν. ἐλέχθη μὲν οὖν ὅτι Κορίνθιοι διὰ τοὺς Συρακουσίους ἀποίκους ὄντας, ὡς ἐπισχέσεως ἐσομένης πρὸς τῶν οἰωνῶν ἢ μεταγνώσεως τοῦ πολέμου, ταῦτα δράσειαν.
因为阿多尼斯节恰在那些日子降临,妇女们在多处陈设宛如出殡尸体的偶像,捶胸模仿丧礼之举,并吟唱哀歌。更有甚者,赫尔墨斯神像的遭毁——大多数神像的面部在一夜之间被削凿殆尽——令许多平日轻视此类事物之人亦深感不安。于是有传言称,科林斯人为了叙拉古这支殖民同胞,期冀借此凶兆带来拖延或使之反悔战事,方才犯下此行。
οὐ μὴν ἥπτετό γε τῶν πολλῶν οὔθʼ οὗτος ὁ λόγος οὔθʼ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλʼ οἷα φιλεῖ φέρειν ἄκρατος3 ἀκολάστων νέων εἰς ὕβριν ἐκ παιδιᾶς ὑποφερομένων· ὀργῇ δʼ ἅμα καὶ φόβῳ τὸ γεγονὸς λαμβάνοντες ὡς ἀπὸ συνωμοσίας ἐπὶ πράγμασι μεγάλοις τετολμημένον, ἅπασαν ἐξήταζον ὑπόνοιαν πικρῶς ἥ τε βουλὴ συνιοῦσα περὶ τούτων καὶ ὁ δῆμος ἐν ὀλίγαις ἡμέραις πολλάκις.
然而大众既未为这一说法所动,亦不信服那些认为这绝非险恶征兆、而纯粹是强酒驱使轻浮青年从嬉闹沦于僭妄狂悖之人的解释;他们怀着愤怒与恐惧看待所发生之事,视之为图谋大事之阴谋而犯下的妄为,因此议事会为了这些事数度集会,与民众一道在短短数日内反复且严苛地追查每一丝嫌疑。
- 18.1μὴ προεμένοις τὸν Ἀλκιβιάδην ἄκρατον, ἀλλὰ μιχθείσης πρὸς τὴν τόλμαν αὐτοῦ τῆς Νικίου προνοίας
与格分词 μὴ προεμένοις 与前面的 τοῖς Ἀθηναίοις 一致,表条件(“如果他们不放任……”)。其后由 ἀλλά 连接属格独立结构 μιχθείσης ... τῆς Νικίου προνοίας,句法上呈现与格分词与属格独立的非对称并列,但在逻辑上共同构成对比性的条件表达。
- 18.3τῶν πλείστων ἀκρωτηριασθέντων τὰ πρόσωπα
τῶν πλείστων ἀκρωτηριασθέντων 是指赫尔墨斯像的属格独立结构。宾格 τὰ πρόσωπα 为表示身体部位或特定范围的限制宾格(即“希腊式宾格”),指神像“面部”被破坏。
- 18.4οὔθʼ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλʼ οἷα φιλεῖ φέρειν ἄκρατος
在 οὔθʼ ὁ 之后承前省略了名词 λόγος(“那些认为……之人的说法”),其后引出带不定式的宾格句 σημεῖον δεινὸν εἶναι μηδὲν。随后的 ἀλλʼ οἷα... 中,ἄκρατος 为阳性单数形容词用作名词(省略 οἶνος,指“纯酒、烈酒”),作 φιλεῖ φέρειν 的主语,意为“(仅仅是)未掺水的酒所易招致的事情”。
