- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:17.1-17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔基比亚德斯煽动雅典人发动西西里远征的野心,压倒了尼基阿斯的反对并使民众群情激昂,然而苏格拉底与默冬却预见到了灾难。
Σικελίας δὲ καὶ Περικλέους ἔτι ζῶντος ἐπεθύμουν Ἀθηναῖοι, καὶ τελευτήσαντος ἥπτοντο, καὶ τὰς λεγομένας βοηθείας καὶ συμμαχίας ἔπεμπον ἑκάστοτε τοῖς ἀδικουμένοις ὑπὸ Συρακουσίων ἐπιβάθρας τῆς μείζονος στρατείας τιθέντες.
雅典人在伯里克利生前就已垂涎西西里,在他死后便着手染指,屡屡向受叙拉古人侵害之人派遣所谓的援军与盟军,以此作为更大规模远征的跳板。
ὁ δὲ παντάπασι τὸν ἔρωτα τοῦτον ἀναφλέξας αὐτῶν, καὶ πείσας μὴ κατὰ μέρος μηδὲ κατὰ μικρόν, ἀλλὰ μεγάλῳ στόλῳ πλεύσαντας ἐπιχειρεῖν καὶ καταστρέφεσθαι τὴν νῆσον, Ἀλκιβιάδης ἦν, τόν τε δῆμον μεγάλα πείσας ἐλπίζειν, αὐτός τε μειζόνων ὀρεγόμενος. ἀρχὴν γὰρ εἶναι, πρὸς ἃ ἠλπίκει, διενοεῖτο τῆς στρατείας, οὐ τέλος, ὥσπερ οἱ λοιποί, Σικελίαν.1
然而,将他们的这一欲望彻底点燃,并说服他们不可零敲碎打、积小成多,而要率大舰队扬帆出击以征服该岛的,正是阿尔基比亚德斯;他不仅说服民众怀抱宏愿,自己更渴求远甚于此的目标。因为在他看来,相比于自己的期许,西西里只是远征的起点,而非如其他人那样视之为终点。
καὶ Νικίας μὲν ὡς χαλεπὸν ἔργον ὂν τὰς Συρακούσας ἑλεῖν ἀπέτρεπε τὸν δῆμον, Ἀλκιβιάδης δὲ Καρχηδόνα καὶ Λιβύην ὀνειροπολῶν, ἐκ δὲ τούτων προσγενομένων Ἰταλίαν καὶ Πελοπόννησον ἤδη περιβαλλόμενος, ὀλίγου δεῖν ἐφόδια τοῦ πολέμου Σικελίαν ἐποιεῖτο. καὶ τοὺς μὲν νέους αὐτόθεν εἶχεν ἤδη ταῖς ἐλπίσιν ἐπηρμένους, τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆς στρατείας περαινόντων,2 ὥστε πολλοὺς ἐν ταῖς παλαίστραις καὶ τοῖς ἡμικυκλίοις καθέζεσθαι τῆς τε νήσου τὸ σχῆμα καὶ θέσιν Λιβύης καὶ Καρχηδόνος ὑπογράφοντας.
尼基阿斯以攻陷叙拉古乃是难事为由劝阻民众,阿尔基比亚德斯却梦想着迦太基和利比亚,并在取得这些地方之后便进而包揽意大利和伯罗奔尼撒,几乎把西西里当作战争的资粮。他随即令年轻人们满怀希冀而意气风发,人们也聆听长者们细数关于远征的诸多奇事,以至于许多人坐在角力场和半圆形聚会处,描绘那座岛屿的轮廓以及利比亚和迦太基的位置。
Σωκράτη μέντοι τὸν φιλόσοφον καὶ Μέτωνα τὸν ἀστρολόγον οὐδὲν ἐλπίσαι τῇ πόλει χρηστὸν ἀπὸ τῆς στρατείας ἐκείνης λέγουσιν, ὁ μέν, ὡς ἔοικε, τοῦ συνήθους δαιμονίου γενομένου καὶ προσημαίνοντος, ὁ δὲ Μέτων εἴτε δείσας ἐκ λογισμοῦ τὸ μέλλον εἴτε μαντικῆς τινι τρόπῳ χρησάμενος ἐσκήψατο μεμηνέναι, καὶ λαβὼν δᾷδα καιομένην οἷος ἦν αὑτοῦ τὴν οἰκίαν ὑφάπτειν.3
然而据说哲学家苏格拉底与天文学家默冬对城邦从那次远征中获益不抱任何指望:前者似乎是因惯常的神灵显现并预示征兆;而默冬或是出于理性推算而对未来心存恐惧,或是使用了某种占卜方式,伪装发疯,手持燃烧的火炬,简直要点燃自己的宅邸。
ἔνιοι δέ φασι προσποίημα μὲν μανίας μηδὲν ἐσκευάσθαι τὸν Μέτωνα, καταπρῆσαι δὲ τὴν οἰκίαν νύκτωρ, εἶθʼ ἕωθεν προελθόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἐπὶ συμφορᾷ τηλικαύτῃ τὸν υἱὸν αὐτῷ παρεθῆναι τῆς στρατείας. ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας.
但有人说,默冬并未编造发疯的假象,而是在夜间烧毁了自己的房屋,清晨走上前去,祈求并恳请看在如此巨大的灾祸份上,免除其子参与远征。于是他欺骗了同胞公民,如愿以偿。
- 17.2ἀρχὴν γὰρ εἶναι, πρὸς ἃ ἠλπίκει, διενοεῖτο τῆς στρατείας, οὐ τέλος, ὥσπερ οἱ λοιποί, Σικελίαν.
该句核心结构是由主动词 διενοεῖτο 引出的宾格不定式句,不定式 εἶναι 的主语宾格为置于句尾的 Σικελίαν,表语宾格为 ἀρχήν(“认为西西里是远征的起点”)。插入的关系分句 πρὸς ἃ ἠλπίκει 省略了先行词 ταῦτα,表示基准与比较,修饰表语 ἀρχήν,意为“与其所期许的目标相比”。
- 17.3τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆς στρατείας περαινόντων
动词 ἠκροῶντο(ἀκροάομαι)支配表示听取对象(人物)的属格,因此 τῶν πρεσβυτέρων ... περαινόντων 作其宾语(“人们倾听长者们叙述”)。该句主语未在字面上标明,为泛指一般雅典民众的不定第三人称复数,与前一分句的主语阿尔基比亚德斯相对。
- 17.4οἷος ἦν αὑτοῦ τὴν οἰκίαν ὑφάπτειν
这是 οἷός εἰμι 搭配不定式的习惯用法。不同于通常带小品词 τε 表示能力的 οἷός τέ εἰμι,此处不带 τε 的 οἷός εἰμι 表达主体的倾向、架势或迫切的企图,意为“几乎就要/眼看就要点燃”。
