- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:16.1-16.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了阿尔基比亚德斯极端的奢靡、傲慢与不法行径,显要阶层的忌惮以及民众爱恨交织的态度,并列举了囚禁画家阿加塔尔库斯以及厌世者蒂蒙对其冷嘲热讽等逸事。
ἐν δὲ τοιούτοις πολιτεύμασι καὶ λόγοις καὶ φρονήματι καὶ δεινότητι πολλὴν αὖ πάλιν τὴν τρυφὴν τῆς διαίτης καὶ περὶ πότους καὶ ἔρωτας ὑβρίσματα, καὶ θηλύτητας ἐσθήτων ἁλουργῶν ἑλκομένων διʼ ἀγορᾶς, καὶ πολυτέλειαν ὑπερήφανον, ἐκτομάς τε καταστρωμάτων ἐν ταῖς τριήρεσιν, ὅπως μαλακώτερον ἐγκαθεύδοι, κειρίαις, ἀλλὰ μὴ σανίσι, τῶν στρωμάτων ἐπιβαλλομένων, ἀσπίδος τε διαχρύσου ποίησιν οὐδὲν ἐπίσημον τῶν πατρίων ἔχουσαν, ἀλλʼ Ἔρωτα κεραυνοφόρον, ἅπερ ὁρῶντες οἱ μὲν ἔνδοξοι μετὰ τοῦ βδελύττεσθαι καὶ δυσχεραίνειν ἐφοβοῦντο1 τὴν ὀλιγωρίαν αὐτοῦ καὶ παρανομίαν, ὡς τυραννικὰ καὶ ἀλλόκοτα, τοῦ δὲ δήμου τὸ πάθος τὸ πρὸς αὐτὸν οὐ κακῶς ἐξηγούμενος ὁ Ἀριστοφάνης ταῦτʼ εἴρηκε· "ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν," ἔτι δὲ μᾶλλον τῇ ὑπονοίᾳ πιέζων· "μάλιστα μὲν λέοντα μὴ ʼν πόλει τρέφειν· ἢν δʼ ἐκτρέφῃ τις, τοῖς τρόποις ὑπηρετεῖν.2"
在这样的施政、辩才、气魄与能干之中,另一方面,他在生活方式上的极度奢靡、在酒宴与情事中的放肆横暴、拖曳过广场的紫袍所显出的柔靡、狂妄的铺张,以及为了睡得更舒适而在三联桨战船上切开甲板,将床褥铺在皮绳上而非木板上,还有制造一面不带任何祖传纹章、却饰有携带雷霆之厄洛斯的嵌金盾牌——看到这些,显要之士在厌恶与愤懑之余,深恐其轻慢与不法具有僭主做派且乖戾反常;而阿里斯托芬在阐明民众对他的情愫时,切中要害地说道: “他们渴念他,厌恶他,却又想要拥有他;”又用隐义更进一步紧逼道: “最好莫在城中豢养雄狮; 可一旦养了,就须顺从它的性情。”
ἐπιδόσεις γὰρ καὶ χορηγίαι καὶ φιλοτιμήματα πρὸς τὴν πόλιν ὑπερβολὴν μὴ ἀπολείποντα καὶ δόξα προγόνων καὶ λόγου δύναμις καὶ σώματος εὐπρέπεια καὶ ῥώμη μετʼ ἐμπειρίας τῶν πολεμικῶν καὶ ἀλκῆς πάντα τἆλλα συγχωρεῖν ἐποίει καὶ φέρειν μετρίως τοὺς Ἀθηναίους, ἀεὶ τὰ πρᾳότατα τῶν ὀνομάτων τοῖς ἁμαρτήμασι τιθεμένους, παιδιὰς καὶ φιλοτιμίας.
因为他在捐金、充当歌队队长、向城邦展现极致抱负方面的毫无保留,加之先祖的显赫、雄辩的力量、容貌的俊美与体魄的强健,又兼备战阵的经验与英勇,使雅典人宽容并平和地忍受了他其余的一切作为,总是给他的过错冠以最温和的名称,称之为“嬉戏”与“求名之心”。
οἷον ἦν καὶ τὸ Ἀγάθαρχον εἷρξαι τὸν ζωγράφον, εἶτα γράψαντα τὴν οἰκίαν ἀφεῖναι δωρησάμενον· καὶ Ταυρέαν ἀντιχορηγοῦντα ῥαπίσαι φιλοτιμούμενον ὑπὲρ τῆς νίκης· καὶ τὸ Μηλίαν γυναῖκα ἐκ τῶν αἰχμαλώτων ἐξελόμενον καὶ συνόντα θρέψαι παιδάριον ἐξ αὐτῆς.
例如他囚禁画家阿加塔尔库斯,随后让其为房舍作画并在赏赐后放行;掌掴在竞胜中同为歌队队长、心怀好胜之志的陶里亚斯;以及在俘虏中挑选一名米洛斯妇女并与她同居,抚养了她所生的幼子。
καὶ γὰρ τοῦτο φιλάνθρωπον ἐκάλουν· πλὴν ὅτι τοὺς Μηλίους ἡβηδὸν ἀποσφαγῆναι τὴν πλείστην αἰτίαν ἔσχε, τῷ ψηφίσματι συνειπών. Ἀριστοφῶντος δὲ Νεμέαν γράψαντος ἐν ταῖς ἀγκάλαις αὑτῆς καθήμενον Ἀλκιβιάδην ἔχουσαν, ἐθεῶντο καὶ συνέτρεχον χαίροντες. οἱ δὲ πρεσβύτεροι καὶ τούτοις ἐδυσχέραινον ὡς τυραννικοῖς καὶ παρανόμοις. ἐδόκει δὲ καὶ Ἀρχέστρατος οὐκ ἀπὸ τρόπου λέγειν ὡς ἡ Ἑλλὰς οὐκ ἂν ἤνεγκε δύο Ἀλκιβιάδας.
因为他们甚至将这也称为仁慈;尽管他曾发言支持那项法令,实为米洛斯成年男子被屠杀殆尽的首要责任人。 当阿里斯托丰绘制了一幅涅墨亚将阿尔基比亚德斯抱在怀中落座的画作时,民众欢欣雀跃,聚集围观;然而年长者对此同样感到愤慨,视其为僭主之风与目无法纪。阿尔刻斯特拉托斯的话也被认为极有道理,他说希腊容不下两个阿尔基比亚德斯。
ἐπεὶ δὲ Τίμων ὁ μισάνθρωπος εὐημερήσαντα τὸν Ἀλκιβιάδην καὶ προπεμπόμενον ἀπὸ τῆς ἐκκλησίας ἐπιφανῶς οὐ παρῆλθεν οὐδʼ ἐξέκλινεν, ὥσπερ εἰώθει τοὺς ἄλλους, ἀλλʼ ἀπαντήσας καὶ δεξιωσάμενος, εὖ γʼ, ἔφη, ποιεῖς αὐξόμενος, ὦ παῖ· μέγα γὰρ αὔξῃ κακὸν ἅπασι τούτοις, οἱ μὲν ἐγέλων,3 οἱ δʼ ἐβλασφήμουν, ἐνίους δὲ καὶ πάνυ τὸ λεχθὲν ἐπέστρεφεν. οὕτως ἄκριτος ἦν ἡ δόξα περὶ αὐτοῦ διὰ τὴν τῆς φύσεως ἀνωμαλίαν.
当厌世者蒂蒙面对办事顺遂、正从公民大会中受万人瞩目护送而出的阿尔基比亚德斯时,并未像对待旁人那样回避或绕开,反而迎上前去并握住他的右手说道: “长得好啊,孩子!因为你正在成长为这些所有人的巨大灾祸。” 听闻此言,有人发笑,有人咒骂,亦有人深受这番话的震动。由于他天性的参差不齐,关于他的声誉便是如此悬而未决。
- 16.1ἐν δὲ τοιούτοις πολιτεύμασι καὶ λόγοις καὶ φρονήματι καὶ δεινότητι πολλὴν αὖ πάλιν τὴν τρυφὴν τῆς διαίτης ... ἅπερ ὁρῶντες οἱ μὲν ἔνδοξοι μετὰ τοῦ βδελύττεσθαι καὶ δυσχεραίνειν ἐφοβοῦντο
句首介词短语 ἐν δὲ τοιούτοις... 之后,并列展开了一系列充当宾格的词组(πολλὴν αὖ πάλιν τὴν τρυφὴν..., θηλύτητας..., πολυτέλειαν..., ἐκτομάς..., ποίησιν...),随后整组事物由中性复数宾格关系代词 ἅπερ 及分词 ὁρῶντες 接引,最终导向主句主谓结构 οἱ μὲν ἔνδοξοι ... ἐφοβοῦντο。前半部分的宾格名物并无直接的支配动词,属于由 ἅπερ 承接的倒断句(破格句)构造。
- 16.2μάλιστα μὲν λέοντα μὴ 'ν πόλει τρέφειν· ἢν δʼ ἐκτρέφῃ τις, τοῖς τρόποις ὑπηρετεῖν.
不定式 τρέφειν 与 ὑπηρετεῖν 在此用作表命令或劝诫的“祈使性不定式”(infinitive for imperative)。μάλιστα μέν 意为“最好是……/应当优先……”。
- 16.6ἐπεὶ δὲ Τίμων ὁ μισάνθρωπος ... οὐ παρῆλθεν ... ἀλλʼ ἀπαντήσας ... ἔφη ... οἱ μὲν ἐγέλων
由连词 ἐπεί 引导的时间从句一直延续到引语中的 ἔφη 及整段引语结束(“当厌世者蒂蒙……说出……时”),随后才出现主句 οἱ μὲν ἐγέλων, οἱ δʼ ἐβλασφήμουν...(“有人发笑,有人咒骂……”),形成了主从句之间较长跨度的语序架构。
