← 普鲁塔克

阿尔西比亚德斯传

§15.1-15.4

曼提内亚战役与同盟诸邦的长墙修筑

阿尔基比亚德斯联合伯罗奔尼撒各邦引发了曼提内亚战役,随后协助阿尔戈斯和帕特雷修筑通海长墙以强化雅典的同盟支配,并促使雅典人拓大陆上疆界。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

οὕτω δὲ τῶν Λακεδαιμονίων ἐκπεσόντων, στρατηγὸς ἀποδειχθεὶς ὁ Ἀλκιβιάδης εὐθὺς Ἀργείους καὶ Μαντινεῖς καὶ Ἠλείους συμμάχους ἐποίησε τοῖς Ἀθηναίοις. καὶ τὸν μὲν τρόπον οὐδεὶς τῆς πράξεως ἐπῄνει, μέγα δʼ ἦν τὸ πεπραγμένον ὑπʼ αὐτοῦ, διαστῆσαι καὶ κραδᾶναι Πελοπόννησον ὀλίγου δεῖν ἅπασαν, καὶ τοσαύτας ἀσπίδας ἐν ἡμέρᾳ μιᾷ περὶ Μαντίνειαν ἀντιτάξαι Λακεδαιμονίοις, καὶ πορρωτάτω τῶν Ἀθηνῶν ἀγῶνα κατασκευάσαι καὶ κίνδυνον αὐτοῖς, ἐν ᾧ μέγα μὲν οὐδὲν ἡ νίκη προσέθηκε κρατήσασιν, εἰ δʼ ἐσφάλησαν, ἔργον ἦν τὴν Λακεδαίμονα περιγενέσθαι.1

拉刻代蒙人就这样受挫遭逐后,当选为主将的阿尔基比亚德斯立刻使阿尔戈斯人、曼提内亚人与厄利斯人成为雅典人的盟友。虽然无人称赞其行事的手段,但他所成就的事业却是重大的:几乎使整个伯罗奔尼撒陷入分裂与震荡,在曼提内亚周边的一天之内就将如此多的重装兵列阵对抗拉刻代蒙人,并在距离雅典最远之处为他们设下较量与危局;在这一危局中,即便获胜,胜利也未给胜者增添任何重大战果,而一旦受挫,拉刻代蒙便难以保全。

§15.2

μετὰ δὲ τὴν μάχην εὐθὺς ἐπέθεντο καταλύειν ἐν Ἄργει τὸν δῆμον οἱ χίλιοι καὶ τὴν πόλιν ὑπήκοον ποιεῖν· Λακεδαιμόνιοι δὲ παραγενόμενοι κατέλυσαν τὴν δημοκρατίαν. αὖθις δὲ τῶν πολλῶν ἐξενεγκαμένων τὰ ὅπλα καὶ κρατησάντων, ἐπελθὼν ὁ Ἀλκιβιάδης τήν τε νίκην ἐβεβαίωσε τῷ δήμῳ, καὶ τὰ μακρὰ τείχη συνέπεισε καθεῖναι καὶ προσμίξαντας2 τῇ θαλάσσῃ τὴν πόλιν ἐξάψαι παντάπασι τῆς Ἀθηναίων δυνάμεως.

战后不久,阿尔戈斯的“千人党”便企图推翻民主派并将城邦置于附庸地位;拉刻代蒙人随后赶来,废除了民主制。但当大众再次拿起武器并占得上风时,阿尔基比亚德斯赶来为民众巩固了胜利,并说服他们筑起长墙延伸至海边,通过让城邦濒接海洋而彻底依附于雅典人的实力。

§15.3

καὶ τέκτονας καὶ λιθουργοὺς ἐκ τῶν Ἀθηνῶν ἐκόμισε καὶ πᾶσαν ἐνεδείκνυτο προθυμίαν, οὐχ ἧττον ἑαυτῷ κτώμενος ἢ τῇ πόλει χάριν καὶ ἰσχύν. ἔπεισε δὲ καὶ Πατρεῖς ὁμοίως τείχεσι μακροῖς συνάψαι τῇ θαλάσσῃ τὴν πόλιν. εἰπόντος δέ τινος τοῖς Πατρεῦσιν ὅτι καταπιοῦνται ὑμᾶς Ἀθηναῖοι· ἴσως, εἶπεν ὁ Ἀλκιβιάδης, κατὰ μικρὸν καὶ κατὰ τοὺς πόδας, Λακεδαιμόνιοι δὲ κατὰ τὴν κεφαλὴν καὶ ἀθρόως.

他还从雅典调来木匠与石匠,展现出极大的热忱,为自己赢得的感激与权势并不亚于为城邦所赢取的。他同样说服帕特雷人用长墙将城邦与海洋相连。当有人对帕特雷人说: “雅典人会把你们吞下去的。” 阿尔基比亚德斯答道: “也许会, 但那是一点一点地从脚吞起;而拉刻代蒙人却会从头开始、一口吞下。”

§15.4

οὐ μὴν ἀλλὰ καὶ τῆς γῆς συνεβούλευεν ἀντέχεσθαι τοῖς Ἀθηναίοις, καὶ τὸν ἐν Ἀγραύλου3 προβαλλόμενον ἀεὶ τοῖς ἐφήβοις ὅρκον ἔργῳ βεβαιοῦν. ὀμνύουσι γὰρ ὅροις χρήσασθαι τῆς Ἀττικῆς πυροῖς, κριθαῖς, ἀμπέλοις, ἐλαίαις, οἰκείαν ποιεῖσθαι διδασκόμενοι τὴν ἥμερον καὶ καρποφόρον.

不仅如此,他还建议雅典人同样要紧抓陆地,并在行动中践行历来在阿格劳罗斯神庙向青年男子施加的誓言。因为他们起誓要将小麦、大麦、葡萄和橄榄作为阿提卡的疆界,受教将一切开垦而多产的土地视为己有。

语法注3 条
  1. 15.1ἔργον ἦν τὴν Λακεδαίμονα περιγενέσθαι

    反事实条件句后件中的未完成过去直说语气。在表示可能性、义务或困难的判断句结构(如 ἔργον ἦν,“本是难事/近乎不可能”)中,按照常规省略了 ἄν,而直接使用直说语气过去时。

  2. 15.2προσμίξαντας

    宾格阳性复数分词,与其前动词 συνέπεισε(说服)所省略的逻辑宾语、即不定式 καθεῖναι 与 ἐξάψαι 的逻辑主语(阿尔戈斯人 αὐτούς)保持一致,而非指阿尔基比亚德斯。

  3. 15.4ἐν Ἀγραύλου

    地点短语中的省略结构,介词 ἐν 后接属格 Ἀγραύλου,省略了表示神域或神庙的名词(ἱερῷ 或 τεμένει),意为“在阿格劳罗斯神域中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:15.1-15.4