← 普鲁塔克

阿尔西比亚德斯传

§14.1-14.9

欺骗斯巴达使节与谋求结盟阿尔戈斯

出于对尼基阿斯的嫉妒,阿尔基比亚德斯图谋破坏和约并拉拢阿尔戈斯,随后诱骗斯巴达全权使节在公民大会上否认全权,从而陷尼基阿斯于困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

τὸν δʼ Ἀλκιβιάδην ὁ Νικίας οὐχ ἧττον ἠνία θαυμαζόμενος ὑπὸ τῶν πολεμίων ἢ τιμώμενος ὑπὸ τῶν πολιτῶν. πρόξενος μὲν γὰρ ἦν ὁ Ἀλκιβιάδης τῶν Λακεδαιμονίων, καὶ τοὺς ἁλόντας αὐτῶν περὶ Πύλον ἄνδρας ἐθεράπευσεν·

至于阿尔基比亚德斯,尼基阿斯受敌人钦佩,使他感到的恼火不亚于其受同胞尊敬。因为阿尔基比亚德斯原是拉刻代蒙人的邦宾(代理人),曾照拂过他们在皮洛斯附近被俘的人员。

§14.2

ἐπεὶ δʼ ἐκεῖνοί τε διὰ Νικίου μάλιστα τῆς εἰρήνης τυχόντες καὶ τοὺς ἄνδρας ἀπολαβόντες ὑπερηγάπων αὐτόν, ἔν τε τοῖς Ἕλλησι λόγος ἦν ὡς Περικλέους μὲν συνάψαντος αὐτοῖς, Νικίου δὲ λύσαντος τὸν πόλεμον, οἵ τε πλεῖστοι τὴν εἰρήνην Νικίειον ὠνόμαζον, οὐ μετρίως ἀνιώμενος ὁ Ἀλκιβιάδης καὶ φθονῶν ἐβούλευε σύγχυσιν ὁρκίων.

然而,拉刻代蒙人主要通过尼基阿斯获得了和平并接回了被俘人员,因此对他极为敬爱;而且在希腊人中流传着一种说法,称伯里克利给他们挑起了战争,而尼基阿斯则结束了战争,大多数人甚至将这和平称为“尼基阿斯和约”。阿尔基比亚德斯对此极感不安,出于嫉妒便图谋撕毁盟约。

§14.3

καὶ πρῶτον μὲν Ἀργείους αἰσθανόμενος μίσει καὶ φόβῳ τῶν Σπαρτιατῶν ζητοῦντας ἀποστροφήν, ἐλπίδας αὐτοῖς ἐνεδίδου κρύφα τῆς Ἀθηναίων συμμαχίας, καὶ παρεθάρρυνε πέμπων καὶ διαλεγόμενος τοῖς προεστῶσι τοῦ δήμου μὴ δεδιέναι μηδʼ ὑπείκειν Λακεδαιμονίοις, ἀλλὰ πρὸς Ἀθηναίους τρέπεσθαι καὶ περιμένειν ὅσον οὐδέπω1 μεταμελομένους καὶ τὴν εἰρήνην ἀφιέντας.

起初,他察觉到阿尔戈斯人出于对斯巴达人的仇恨和恐惧正寻找退路,便私下向他们许诺雅典同盟的希望;他还派人与该邦民众领袖交谈,鼓励他们不要畏惧也不要屈服于拉刻代蒙人,而应转向雅典人,等待他们随时反悔并废弃和约。

§14.4

ἐπεὶ δὲ Λακεδαιμόνιοι πρός τε τοὺς Βοιωτοὺς ἐποιήσαντο συμμαχίαν καὶ Πάνακτον οὐχ ἑστός, ὥσπερ ἔδει, τοῖς Ἀθηναίοις παρέδωκαν, ἀλλὰ καταλύσαντες,2 ὀργιζομένους λαβὼν τοὺς Ἀθηναίους ἔτι μᾶλλον ἐξετράχυνε, καὶ τὸν Νικίαν ἐθορύβει καὶ διέβαλλεν εἰκότα κατηγορῶν, ὅτι τοὺς ἐν Σφακτηρίᾳ τῶν πολεμίων ἀποληφθέντας αὐτὸς μὲν ἐξελεῖν οὐκ ἠθέλησεν στρατηγῶν, ἑτέρων δʼ ἐξελόντων ἀφῆκε καὶ ἀπέδωκε χαριζόμενος Λακεδαιμονίοις· εἶτʼ ἐκείνους μὲν οὐκ ἔπεισε φίλος ὢν Βοιωτοῖς μὴ συνόμνυσθαι μηδὲ Κορινθίοις, Ἀθηναίοις δὲ κωλύει τὸν βουλόμενον τῶν Ἑλλήνων φίλον εἶναι καὶ σύμμαχον, εἰ μὴ δόξειε Λακεδαιμονίοις.

后来,拉刻代蒙人又与玻俄提亚人结盟,且未能按规定将帕纳克顿完整交还给雅典人,而是拆毁后才交付。阿尔基比亚德斯趁雅典人愤怒之际进一步煽动他们,并在攻击尼基阿斯的同时提出看似合乎情理的控告来中伤他:指责他身为主将时,自己不肯去歼灭被困在斯法克特里亚的敌人,但在他人将其俘获后,却为了讨好拉刻代蒙人而将其释放交还;随后,他身为对方的朋友,既未能劝阻他们不与玻俄提亚人及科林斯人结盟,反而阻挠任何有意愿的希腊人成为雅典人的朋友与盟友,除非得到拉刻代蒙人的首肯。

§14.6

ἐκ δὲ τούτου κακῶς φερομένῳ τῷ Νικίᾳ παρῆσαν ὥσπερ κατὰ τύχην πρέσβεις ἀπὸ τῆς Λακεδαίμονος, αὐτόθεν τε λόγους ἐπιεικεῖς ἔχοντες καὶ πρὸς πᾶν τὸ συμβιβαστικὸν καὶ δίκαιον αὐτοκράτορες ἥκειν φάσκοντες. ἀποδεξαμένης δὲ τῆς βουλῆς, τοῦ δὲ δήμου τῇ ὑστεραίᾳ μέλλοντος ἐκκλησιάζειν, δείσας ὁ Ἀλκιβιάδης διεπράξατο τοὺς πρέσβεις ἐν λόγοις γενέσθαι πρὸς αὐτόν.

在尼基阿斯因此声望跌落之际,恰巧有来自拉刻代蒙的使节抵达,他们自始便提出了温和的言辞,并声称自己带着全权前来达成一切公正合理的协议。五百人议事会接纳了他们,而公民大会定于次日举行。阿尔基比亚德斯心生恐惧,设法使使节们与他私下会谈。

§14.7

ὡς δὲ συνῆλθον ἔλεγε· τί πεπόνθατε, ἄνδρες Σπαρτιᾶται; πῶς ἔλαθεν ὑμᾶς ὅτι τὰ τῆς βουλῆς ἀεὶ μέτρια καὶ φιλάνθρωπα πρὸς τοὺς ἐντυγχάνοντάς ἐστιν, ὁ δὲ δῆμος μέγα φρονεῖ καὶ μεγάλων ὀρέγεται; κἂν φάσκητε κύριοι πάντων ἀφῖχθαι, προστάττων καὶ βιαζόμενος ἀγνωμονήσει. φέρε δή, τὴν εὐήθειαν ταύτην ἀφέντες, εἰ βούλεσθε χρήσασθαι μετρίοις Ἀθηναίοις καὶ μηδὲν ἐκβιασθῆναι παρὰ γνώμην, οὕτω διαλέγεσθε περὶ τῶν δικαίων ὡς οὐκ ὄντες αὐτοκράτορες.3 συμπράξομεν δʼ ἡμεῖς Λακεδαιμονίοις χαριζόμενοι.

他们会面后,他说道: “斯巴达人啊,你们是怎么了?难道你们没有察觉到,议事会对待交涉者的态度一向是温和仁厚的,而民众大会却心高气傲、欲求过大吗?如果你们声称全权而来,他们便会发号施令、强人所难地提出无理要求。来吧,抛弃这种天真吧,如果你们希望面对讲理的雅典人,且不被迫违背己意做出任何让步,在商议公正的条款时,就要表现得像是没有全权一样。而我为了拉刻代蒙人的利益,自会协助你们。”

§14.8

ταῦτα δʼ εἰπὼν ὅρκους ἔδωκεν αὐτοῖς καὶ μετέστησεν ἀπὸ τοῦ Νικίου, παντάπασι πιστεύοντας αὐτῷ καὶ θαυμάζοντας ἅμα τὴν δεινότητα καὶ σύνεσιν, ὡς οὐ τοῦ τυχόντος ἀνδρὸς οὖσαν. τῇ δʼ ὑστεραίᾳ συνήχθη μὲν ὁ δῆμος, εἰσῆλθον δʼ οἱ πρέσβεις. ἐρωτώμενοι δʼ ὑπὸ τοῦ Ἀλκιβιάδου πάνυ φιλανθρώπως ἐφʼ οἷς ἀφιγμένοι τυγχάνουσιν, οὐκ ἔφασαν ἥκειν αὐτοκράτορες.

说罢,他向他们发誓保证,并使他们背离了尼基阿斯;使节们对他深信不疑,同时惊叹他的机敏与才智非寻常之人所有。 次日,民众大会召集,使节们入场。当阿尔基比亚德斯极其温和地询问他们此番前来的权限时,他们竟回答说并非全权代表。

§14.9

εὐθὺς οὖν ὁ Ἀλκιβιάδης ἐνέκειτο μετὰ κραυγῆς καὶ ὀργῆς, ὥσπερ οὐκ ἀδικῶν, ἀλλʼ ἀδικούμενος, ἀπίστους καὶ παλιμβόλους ἀποκαλῶν καὶ μηδὲν ὑγιὲς μήτε πρᾶξαι μήτʼ εἰπεῖν ἥκοντας, ἐπηγανάκτει δʼ ἡ βουλή, καὶ ὁ δῆμος ἐχαλέπαινε, τὸν δὲ Νικίαν ἔκπληξις εἶχε καὶ κατήφεια τῶν ἀνδρῶν τῆς μεταβολῆς,4 ἀγνοοῦντα τὴν ἀπάτην καὶ τὸν δόλον.

阿尔基比亚德斯立刻大喊大叫、怒气冲冲地向他们发难,仿佛不是自己在作恶,而是自己受到了欺侮;他痛斥他们毫无信义、反复无常,此来既非为了做正当之事,亦非为了说正当之话。议事会愤慨不已,民众亦勃然大怒,而尼基阿斯则对这几名使者的骤变感到错愕与沮丧,对其中的诡计与陷阱全然不知。

语法注4 条
  1. 14.3ὅσον οὐδέπω

    副词性成语,意为“随时”、“立刻”、“行将”。修饰分词 μεταμελομένους 和 ἀφιέντας(作为 περιμένειν 之逻辑主语/宾语 Ἀθηναίους 的补足成分),强调雅典人随时可能反悔并撕毁和约的紧迫状态。

  2. 14.4Πάνακτον οὐχ ἑστός, ὥσπερ ἔδει, τοῖς Ἀθηναίοις παρέδωκαν, ἀλλὰ καταλύσαντες

    注意两个对立修饰成分在句法上的一致关系不对称。前半句的 οὐχ ἑστός 是中性宾格单数完成时主动分词,与宾语 Πάνακτον 一致(意为“非完整站立的状态”);而后半句的 ἀλλὰ καταλύσαντες 则是阳性主格复数不定过去时主动分词,与主语(拉刻代蒙人)一致,表示动作主体的伴随/先行行为(“拆毁之后”)。

  3. 14.7ὡς οὐκ ὄντες αὐτοκράτορες

    ὡς 搭配分词在此表示假托的前提或名目(“假装/声称没有全权”)。此处否定词用 οὐκ 而非 μή,强调在公民大会面前将“不具备全权”作为一个既定、客观的事实口径加以陈述。

  4. 14.9τῶν ἀνδρῶν τῆς μεταβολῆς

    双重属格结构。τῆς μεταβολῆς 作为原因属格,依附于表示情绪的名词 ἔκπληξις(惊愕)与 κατήφεια(沮丧),指引起这两种情绪的原因;而 τῶν ἀνδρῶν 则是修饰 μεταβολῆς 的主格性属格,表明发生转变的主体(“由于使节们的突变”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:14.1-14.9