- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:13.1-13.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔基比亚德斯进入政坛后,与竞争对手尼基阿斯和菲埃克斯联合,将针对他们的陶片放逐法矛头转向煽动者许佩尔波罗斯,并成功将其驱逐。
ἐπεὶ δʼ ἀφῆκεν αὑτὸν εἰς τὴν πολιτείαν ἔτι μειράκιον ὤν, τοὺς μὲν ἄλλους εὐθὺς ἐταπείνωσε δημαγωγούς, ἀγῶνα δʼ εἶχε πρός τε Φαίακα τὸν Ἐρασιστράτου καὶ Νικίαν τὸν Νικηράτου, τὸν μὲν ἤδη καθʼ ἡλικίαν προήκοντα καὶ στρατηγὸν ἄριστον εἶναι δοκοῦντα, Φαίακα δʼ ἀρχόμενον, ὥσπερ αὐτός, αὐξάνεσθαι τότε καὶ γνωρίμων ὄντα πατέρων, ἐλαττούμενον δὲ τοῖς τε ἄλλοις καὶ περὶ τὸν λόγον.
当他尚处少年时期便投身政坛,立刻压制了其他煽惑民众的政客,但与厄拉西斯特拉托斯之子菲埃克斯以及尼凯拉托斯之子尼基阿斯形成了竞争。后者当时已上了年纪,被认为是最杰出的将军;而菲埃克斯当时正如〔阿尔基比亚德斯〕自己一样才刚刚崭露头角,出身显贵家族,但在其他各方面以及言语表达上都有所欠缺。
ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός.1 ἦν γάρ, ὡς Εὔπολίς φησι, "λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν." φέρεται δὲ καὶ λόγος τις κατʼ Ἀλκιβιάδου ὑπὸ Φαίακος γεγραμμένος, ἐν ᾧ μετὰ τῶν ἄλλων γέγραπται καὶ ὅτι τῆς πόλεως πολλὰ πομπεῖα χρυσᾶ καὶ ἀργυρᾶ κεκτημένης Ἀλκιβιάδης ἐχρῆτο πᾶσιν αὐτοῖς ὥσπερ ἰδίοις πρὸς τὴν καθʼ ἡμέραν δίαιταν.
因为他似乎更擅长私下交际且颇具说服力,而非有能力在民众面前经受辩论较量。诚如欧波利斯所言: “闲聊极在行,演说最无能。” 此外还流传着一篇菲埃克斯反对阿尔基比亚德斯的演说辞,其中除了其他事项外还记载道,城邦虽然拥有许多金银制作的巡游礼仪器具,阿尔基比亚德斯却将它们全部作为私物用于日常生活。
ἦν δέ τις Ὑπέρβολος Περιθοίδης, οὗ μέμνηται μὲν ὡς ἀνθρώπου πονηροῦ καὶ Θουκυδίδης, τοῖς δὲ κωμικοῖς ὁμοῦ τι πᾶσι διατριβὴν ἀεὶ σκωπτόμενος ἐν τοῖς θεάτροις παρεῖχεν. ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν,2 οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δʼ αὐτῷ πολλάκις ὁ δῆμος ἐπιθυμῶν προπηλακίζειν τοὺς ἐν ἀξιώματι καὶ συκοφαντεῖν.
当时有一个佩里托伊代区的许佩尔波罗斯,修昔底德也曾提及他是一个卑劣之人,而他在剧场中总是遭到嘲笑,几乎为所有的喜剧诗人都提供了题材。他对于遭受恶评不以为意,由于藐视名誉而无动于衷——这种实质上是无耻和疯狂的行径,有些人却称之为果敢和勇敢——他虽不为任何人所喜,但民众在渴望侮辱和诬告有声望之人时,却常常利用他。
ἀναπεισθεὶς οὖν ὑπʼ αὐτοῦ τότε τὸ ὄστρακον ἐπιφέρειν ἔμελλεν,3 ᾧ κολούοντες ἀεὶ τὸν προὔχοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν ἐλαύνουσι, παραμυθούμενοι τὸν φθόνον μᾶλλον ἢ τὸν φόβον. ἐπεὶ δὲ δῆλον ἦν ὅτι ἑνὶ τῶν τριῶν τὸ ὄστρακον ἐποίσουσι, συνήγαγε τὰς στάσεις εἰς ταὐτὸν ὁ Ἀλκιβιάδης, καὶ διαλεχθεὶς πρὸς τὸν Νικίαν κατὰ τοῦ Ὑπερβόλου τὴν ὀστρακοφορίαν ἔτρεψεν. ὡς δʼ ἔνιοί φασιν, οὐ πρὸς Νικίαν, ἀλλὰ πρὸς Φαίακα διαλεχθεὶς καὶ τὴν ἐκείνου προσλαβὼν ἑταιρίαν ἐξήλασε τὸν Ὑπέρβολον οὐδʼ ἂν προσδοκήσαντα.4
于是当时民众受其蛊惑,正打算施行陶片放逐法;他们总是借此压制并驱逐市民中在名望与权力上卓越之人,以抚慰自身的嫉妒甚于抚慰恐惧。然而,当显而易见他们将把陶片投向这三人中的一人时,阿尔基比亚德斯便将各派联合起来,通过与尼基阿斯商议,将陶片放逐的目标转向了许佩尔波罗斯。 但正如某些人所说,他商议的对象不是尼基阿斯,而是菲埃克斯,他通过拉拢对方的党羽,驱逐了根本始料未及的许佩尔波罗斯。
φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδʼ ἄδοξος, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε τοῦ Ὑπερβόλου μνησθείς, "καίτοι πέπραχε τῶν προτέρων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια. οὐ γὰρ τοιούτων εἵνεκʼ ὄστραχʼ εὑρέθη." περὶ μὲν οὖν τούτων ἐν ἑτέροις μᾶλλον εἴρηται τὰ ἱστορούμενα.
因为以往从未有卑微或无名之辈落入此种惩治之中,正如喜剧作家柏拉图在谈及许佩尔波罗斯时某处所言: “虽说他所得报应合乎往昔恶行, 却与他自身及其烙印不相称。 毕竟陶片之制非为这等人而设。” 关于这些事情,在其他著作中有着更为详细的历史记述。
- 13.2ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός
本句由比较结构 μᾶλλον ἤ(与其说……不如说……)构成骨架。前半部分表语形容词为 ἐντευκτικὸς καὶ πιθανός,后半部分则以 δυνατός 搭配说明性的不定式 φέρειν(承担、经受)。全句的省略主语为前文提及的菲埃克斯。
- 13.3ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν
阴性宾格关系代名词 ἣν 先行词为前文的 ὀλιγωρίᾳ δόξης(对名誉的藐视)。分词 οὖσαν 与 ἣν 一致,带补足语 ἀναισχυντίαν καὶ ἀπόνοιαν(“尽管实质上是无耻与疯狂”)。从句的主干为双重宾格结构:主语 ἔνιοι,谓语动词 καλοῦσιν,宾语 ἣν,宾语补足语为 εὐτολμίαν καὶ ἀνδρείαν。
- 13.4ἀναπεισθεὶς οὖν ὑπʼ αὐτοῦ τότε τὸ ὄστρακον ἐπιφέρειν ἔμελλεν
单数动词 ἔμελλεν 的主语承接上文的 ὁ δῆμος(民众)。介词短语 ὑπʼ αὐτοῦ 中的 αὐτοῦ 指代许佩尔波罗斯。整句表示民众受到许佩尔波罗斯的怂恿而打算启动陶片放逐法。
- 13.4οὐδʼ ἂν προσδοκήσαντα
小品词 ἄν 与不定过去时分词 προσδοκήσαντα 连用,表达过去潜势或反事实意味(“根本不曾预料到的”)。分词在格上修饰被放逐的许佩尔波罗斯。
