← 普鲁塔克

阿尔西比亚德斯传

§12.1-12.3

诸城邦的竞相资助与狄奥墨得斯战车诉讼

叙述了各城邦竞相为阿尔基比亚德斯的奥林匹亚胜利提供资助,以及他涉嫌侵吞友人狄奥墨得斯托购战车而引发的丑闻始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν Ἐφέσιοι, τροφὰς δὲ ἵπποις καὶ πλῆθος ἱερείων παρεῖχεν ἡ Χίων πόλις, οἶνον δὲ Λέσβιοι καὶ τὴν ἄλλην ὑποδοχὴν ἀφειδῶς ἑστιῶντι πολλούς. οὐ μὴν ἀλλὰ καὶ διαβολή τις ἢ κακοήθεια γενομένη περὶ τὴν φιλοτιμίαν ἐκείνην πλείονα λόγον παρέσχε.

然而,各城邦竞相表现的殷勤,使这一辉煌成就显得更加耀眼。因为以弗所人为他搭建了一座装饰华丽的帐篷,希俄斯城为他的马匹提供饲料并供给大量祭牲,莱斯博斯人则慷慨地为大宴宾客的他提供葡萄酒及其余的应酬开销。不仅如此,围绕着那一盛名而起的某种诽谤或恶意,更是引起了人们更多的议论。

§12.2

λέγεται γὰρ ὡς ἦν Ἀθήνησι Διομήδης, ἀνὴρ οὐ πονηρός, Ἀλκιβιάδου φίλος, ἐπιθυμῶν δὲ νίκην Ὀλυμπικὴν αὐτῷ γενέσθαι· καὶ πυνθανόμενος ἅρμα δημόσιον Ἀργείοις εἶναι, τὸν Ἀλκιβιάδην εἰδὼς ἐν Ἄργει μέγα δυνάμενον καὶ φίλους ἔχοντα πολλούς, ἔπεισεν αὐτῷ πρίασθαι1 τὸ ἅρμα.

因为据说雅典有一个名叫狄奥墨得斯的人,为人并不坏,是阿尔基比亚德斯的朋友,渴望自己能获得一次奥林匹亚的胜利。他得知阿哥斯人有一辆公有战车,又知道阿尔基比亚德斯在阿哥斯势力很大且广有朋友,便说服他为自己买下那辆战车。

§12.3

πριάμενος δὲ ὁ Ἀλκιβιάδης ἴδιον ἀπεγράψατο, τὸν δὲ Διομήδη χαίρειν εἴασε2 χαλεπῶς φέροντα καὶ μαρτυρόμενον θεοὺς καὶ ἀνθρώπους. φαίνεται δὲ καὶ δίκη συστᾶσα περὶ τούτου, καὶ λόγος Ἰσοκράτει γέγραπται3 περὶ τοῦ ζεύγους ὑπὲρ τοῦ Ἀλκιβιάδου παιδός, ἐν ᾧ Τισίας ἐστίν, οὐ Διομήδης, ὁ δικασάμενος.

然而阿尔基比亚德斯买下之后,却将其登记在自己名下,对愤怒万分、呼唤神人见证的狄奥墨得斯置之不理。看来关于此事还引发了一场诉讼,伊索克拉底曾为阿尔基比亚德斯的儿子写过一篇题为《关于马车》的演说辞,在那篇演说中,提起诉讼的当事人是提西亚斯,而非狄奥墨得斯。

语法注3 条
  1. 12.2αὐτῷ πρίασθαι

    与格 αὐτῷ 是指向主句主语狄奥墨得斯的利益与格(代指间接反身代词 ἑαυτῷ),意为“为他(狄奥墨得斯自身)买下战车”。不定式 πρίασθαι 的逻辑主语则是被劝说者 τὸν Ἀλκιβιάδην(宾格)。

  2. 12.3χαίρειν εἴασε

    短语 χαίρειν ἐάω 是固定习语,字面为“任其道别/高兴”,实际意为“置之不理”、“打发走”或“不予理会”。此处表现阿尔基比亚德斯对狄奥墨得斯的抗议毫不理会、将其打发走的心态。

  3. 12.3Ἰσοκράτει γέγραπται

    与完成时被动语态(第三人称单数 γέγραπται)连用的行为者与格(dativus auctoris),意为“由伊索克拉底所撰写”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:12.1-12.3