← 普鲁塔克

伯里克利传

§9.1-9.4

分配公款以结民众与客蒙的失势

普鲁塔克列举了对伯里克利政体的对立评价,并阐述了他如何通过分配公款来抗衡客蒙的私人恩惠,藉由削弱阿雷奥帕戈斯议事会和流放客蒙而在民众中确立权威的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

ἐπεὶ δὲ Θουκυδίδης μὲν ἀριστοκρατικήν τινα τὴν τοῦ Περικλέους ὑπογράφει πολιτείαν, λόγῳ μὲν οὖσαν δημοκρατίαν, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχήν, ἄλλοι δὲ πολλοὶ πρῶτον ὑπʼ ἐκείνου φασὶ τὸν δῆμον ἐπὶ κληρουχίας καὶ θεωρικὰ καὶ μισθῶν διανομὰς προαχθῆναι, κακῶς ἐθισθέντα καὶ γενόμενον πολυτελῆ καὶ ἀκόλαστον ὑπὸ τῶν τότε πολιτευμάτων ἀντὶ σώφρονος καὶ αὐτουργοῦ, θεωρείσθω διὰ τῶν πραγμάτων αὐτῶν ἡ αἰτία τῆς μεταβολῆς.

然而,修昔底德将伯里克利的政体描绘为一种贵族政治——名义上是民主制,实质上是由第一公民所统治;而许多其他人则说,正是由于伯里克利,民众才首次被引向土地分配、观剧津贴和发放薪酬,在当时的施政举措下习染了恶习,从原本克制而自食其力的状态,变得挥霍而放肆。因此,让我们通过具体的事实来考察这一转变的原因。

§9.2

ἐν ἀρχῇ μὲν γάρ, ὥσπερ εἴρηται, πρὸς τὴν Κίμωνος δόξαν ἀντιταττόμενος ὑπεποιεῖτο τὸν δῆμον· ἐλαττούμενος δὲ πλούτῳ καὶ χρήμασιν, ἀφʼ ὧν ἐκεῖνος ἀνελάμβανε τοὺς πένητας, δεῖπνόν τε καθʼ ἡμέραν τῷ δεομένῳ παρέχων Ἀθηναίων, καὶ τοὺς πρεσβυτέρους ἀμφιεννύων, τῶν τε χωρίων τοὺς φραγμοὺς ἀφαιρῶν ὅπως ὀπωρίζωσιν οἱ βουλόμενοι, τούτοις ὁ Περικλῆς καταδημαγωγούμενος1 τρέπεται πρὸς τὴν τῶν δημοσίων διανομήν, συμβουλεύσαντος αὐτῷ Δαμωνίδου τοῦ Ὄαθεν, ὡς Ἀριστοτέλης ἱστόρηκε.

正如前文所说,起初他为了对抗客蒙的声望而竭力拉拢民众;然而他在财富与钱财上逊于客蒙,而客蒙正是凭借这些资助穷人,每日向有需要的雅典人提供膳食,为年长者提供衣物,并拆除田庄的篱笆以便愿意采摘果实的人自由采摘。伯里克利在这些笼络民心的手段上被压制,于是正如亚里士多德所记载的那样,在奥阿的达莫尼德斯的建议下,转向了公款的分配。

§9.3

καὶ ταχὺ θεωρικοῖς καὶ δικαστικοῖς λήμμασιν ἄλλαις τε μισθοφοραῖς καὶ χορηγίαις συνδεκάσας τὸ πλῆθος, ἐχρῆτο κατὰ τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ἧς αὐτὸς οὐ μετεῖχε διὰ τὸ μήτʼ ἄρχων μήτε θεσμοθέτης μήτε βασιλεὺς μήτε πολέμαρχος λαχεῖν.2 αὗται γὰρ αἱ ἀρχαὶ κληρωταί τε ἦσαν ἐκ παλαιοῦ, καὶ διʼ αὐτῶν οἱ δοκιμασθέντες ἀνέβαινον εἰς Ἄρειον πάγον.

他很快用观剧津贴、陪审津贴以及其他薪饷和歌队赞助金收买了民众,并利用他们来对抗阿雷奥帕戈斯议事会。伯里克利本人并不属于该议事会,因为他既未通过抽签当选执政官,也未抽中司法执政官、王者执政官或军事执政官。盖因这些官职自古以来皆由抽签产生,而通过资格审查的人正是藉由这些职位进入阿雷奥帕戈斯。

§9.4

διὸ καὶ μᾶλλον ἰσχύσας ὁ Περικλῆς ἐν τῷ δήμῳ κατεστασίασε τὴν βουλήν, ὥστε τὴν μὲν ἀφαιρεθῆναι τὰς πλείστας κρίσεις3 διʼ Ἐφιάλτου, Κίμωνα δʼ ὡς φιλολάκωνα καὶ μισόδημον ἐξοστρακισθῆναι, πλούτῳ μὲν καὶ γένει μηδενὸς ἀπολειπόμενον, νίκας δὲ καλλίστας νενικηκότα τοὺς βαρβάρους καὶ χρημάτων πολλῶν καὶ λαφύρων ἐμπεπληκότα τὴν πόλιν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται. τοσοῦτον ἦν τὸ κράτος ἐν τῷ δήμῳ τοῦ Περικλέους.

因此,伯里克利在民众中的权势愈发强大,对议事会发起了党派斗争,以致通过埃菲阿尔特斯剥夺了议事会的大部分司法裁判权;客蒙虽在财富与门第上不逊于任何人,并曾对异族取得极其辉煌的胜利,使城邦充盈着丰厚的资财与战利品(正如在他的传记中所记载的那样),却仍因亲斯巴达和厌恶平民而被陶片流放。伯里克利在平民中的威权竟至如此地步。

语法注3 条
  1. 9.2τούτοις ὁ Περικλῆς καταδημαγωγούμενος

    τούτοις 是表示手段或原因的与格,指前文列举的客蒙利用私产笼络民众的举措(提供食宿、衣物、开放果园等)。动词 καταδημαγωγέω 为被动态,意为“在拉拢平民的手腕上被压制/落入下风”。

  2. 9.3διὰ τὸ μήτʼ ἄρχων μήτε θεσμοθέτης μήτε βασιλεὺς μήτε πολέμαρχος λαχεῖν

    由介词 διά 加上带冠词的不定式 τὸ ... λαχεῖν 构成的因果短语。作不定式 λαχεῖν 补足语(表语名词)的 ἄρχων、θεσμοθέτης 等之所以是主格而非宾格,是因为不定式的逻辑主语与主句主语(αὐτός,即伯里克利)一致。

  3. 9.4τὴν μὲν ἀφαιρεθῆναι τὰς πλείστας κρίσεις

    由 ὥστε 引导的结果构式中的不定式从句。τὴν μὲν 作宾格主语,指代前文的 βουλήν。原本支配双重宾格的动词 ἀφαιρέω(夺去某人的某物)在被动态下,表示被剥夺之物的 τὰς πλείστας κρίσεις 作为保留宾格(retained accusative)依然维持宾格形态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:9.1-9.4