← 普鲁塔克

伯里克利传

§8.1-8.6

伯里克利的卓越演说与言辞谨慎

伯里克利借助自然哲学涵养出超群的演说技艺,因而获得“奥林匹斯神”之誉,但他发言始终极其谨慎,除法令外未留著述,仅有少数精妙言论流传后世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

τῇ μέντοι περὶ τὸν βίον κατασκευῇ καὶ τῷ μεγέθει τοῦ φρονήματος ἁρμόζοντα λόγον, ὥσπερ ὄργανον, ἐξαρτυόμενος παρενέτεινε πολλαχοῦ τὸν Ἀναξαγόραν, οἷον βαφὴν τῇ ῥητορικῇ τὴν φυσιολογίαν ὑποχεόμενος. τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντη τελεσιουργόν, ὡς ὁ θεῖος Πλάτων φησί, πρὸς τῷ εὐφυὴς εἶναι κτησάμενος ἐκ φυσιολογίας, καὶ τὸ πρόσφορον ἑλκύσας ἐπὶ τὴν τῶν λόγων τέχνην, πολὺ πάντων διήνεγκε.

然而,他将演说如同乐器一般调理得契合于自己的生活作风和气魄之宏大,在多处融入了阿那克萨哥拉的学说,宛如将自然哲学作为染料渗透进修辞术之中。正如神圣的柏拉图所言,他在天资之外,又从自然哲学中获得了这种“崇高的心智与全方位的圆满功效”,并将切合实际之物汲取到论辩之术中,从而远远超群绝伦。

§8.2

διὸ καὶ τὴν ἐπίκλησιν αὐτῷ γενέσθαι λέγουσι· καίτοι τινὲς ἀπὸ τῶν οἷς ἐκόσμησε τὴν πόλιν,1 οἱ δʼ ἀπὸ τῆς ἐν τῇ πολιτείᾳ καὶ ταῖς στρατηγίαις δυνάμεως Ὀλύμπιον αὐτὸν οἴονται προσαγορευθῆναι· καὶ συνδραμεῖν οὐδὲν ἀπέοικεν ἀπὸ πολλῶν προσόντων τῷ ἀνδρὶ τὴν δόξαν.

因此,人们说他也由此获得了那个称号;尽管有些人认为,他是因修饰城邦的工程,另有人则认为他是因在政务和将领任内的权能而被称作“奥林匹斯神”;而这种声誉是由该人物所具备的多重特质汇聚而成,也是完全合情合理的。

§8.3

αἱ μέντοι κωμῳδίαι τῶν τότε διδασκάλων σπουδῇ τε πολλὰς καὶ μετὰ γέλωτος ἀφεικότων φωνὰς εἰς αὐτόν, ἐπὶ τῷ λόγῳ μάλιστα τὴν προσωνυμίαν γενέσθαι δηλοῦσι, βροντᾶν μὲν αὐτὸν καὶ ἀστράπτειν, ὅτε δημηγοροίη, δεινὸν δὲ κεραυνὸν ἐν γλώσσῃ φέρειν λεγόντων.2 διαμνημονεύεται δέ τις καὶ Θουκυδίδου τοῦ Μελησίου λόγος εἰς τὴν δεινότητα τοῦ Περικλέους μετὰ παιδιᾶς εἰρημένος.

然而,当时的剧作家们既出于严肃亦出于讥嘲而对他发出了许多言论,喜剧表明这一别名主要是因其演说而得来的,他们说他发表演说时“雷鸣电闪,舌上携带着可怖的霹雳”。此外,梅勒西亚斯之子修昔底德带着诙谐之意论及伯里克利之雄辩的一段话,也为人们所传诵。

§8.4

ἦν μὲν γὰρ ὁ Θουκυδίδης τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν, καὶ πλεῖστον ἀντεπολιτεύσατο τῷ Περικλεῖ χρόνον· Ἀρχιδάμου δὲ τοῦ Λακεδαιμονίων βασιλέως πυνθανομένου πότερον αὐτὸς ἢ Περικλῆς παλαίει βέλτιον, ὅταν, εἶπεν, ἐγὼ καταβάλω παλαίων, ἐκεῖνος ἀντιλέγων ὡς οὐ πέπτωκε, νικᾷ καὶ μεταπείθει τοὺς ὁρῶντας. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Περικλῆς περὶ τὸν λόγον εὐλαβὴς ἦν, ὥστʼ ἀεὶ πρὸς τὸ βῆμα βαδίζων εὔχετο τοῖς θεοῖς μηδὲ ῥῆμα μηδὲν ἐκπεσεῖν ἄκοντος αὐτοῦ3 πρὸς τὴν προκειμένην χρείαν ἀνάρμοστον.

这位修昔底德属于贤达之士,且与伯里克利在政治上对抗的时间最长;当拉刻代蒙人的国王阿基达马斯询问他与伯里克利谁摔跤技艺更胜一筹时,他说道: “每当我在摔跤中把他击倒,他却能反驳说自己并未倒下,从而反败为胜,并说服那些亲眼目睹的人。” 即便如此,伯里克利本人在言语上仍极为慎重,以至于每次走向讲坛时,他都向诸神祈求,绝不让自己在无意间漏出一句与眼下需求不合的话语。

§8.5

ἔγγραφον μὲν οὖν οὐδὲν ἀπολέλοιπε πλὴν τῶν ψηφισμάτων· ἀπομνημονεύεται δʼ ὀλίγα παντάπασιν· οἷον τὸ τὴν Αἴγιναν ὡς λήμην τοῦ Πειραιῶς ἀφελεῖν κελεῦσαι, καὶ τὸ τὸν πόλεμον ἤδη φάναι καθορᾶν ἀπὸ Πελοποννήσου προσφερόμενον. καί ποτε τοῦ Σοφοκλέους, ὅτε συστρατηγῶν ἐξέπλευσε μετʼ αὐτοῦ, παῖδα καλὸν ἐπαινέσαντος, οὐ μόνον, ἔφη, τὰς χεῖρας, ὦ Σοφόκλεις, δεῖ καθαρὰς ἔχειν τὸν στρατηγόν, ἀλλὰ καὶ τὰς ὄψεις.

因此,除了通过的法令之外,他没有留下任何书面著作,流传下来的言论也极少;例如他下令除去作为“比雷埃夫斯眼翳”的埃癸那,以及声称自己已经看清战争正从伯罗奔尼撒逼近。又有一回,当同为将领并与他一同出航的索福克勒斯赞美一位俊美的少年时,他说道: “索福克勒斯啊,作为将领,不仅应当保持双手纯洁,双眼亦当如此。”

§8.6

ὁ δὲ Στησίμβροτός φησιν ὅτι τοὺς ἐν Σάμῳ τεθνηκότας ἐγκωμιάζων ἐπὶ τοῦ βήματος ἀθανάτους ἔλεγε γεγονέναι καθάπερ τοὺς θεούς· οὐ γὰρ ἐκείνους αὐτοὺς ὁρῶμεν, ἀλλὰ ταῖς τιμαῖς ἃς ἔχουσι, καὶ τοῖς ἀγαθοῖς ἃ παρέχουσιν, ἀθανάτους εἶναι τεκμαιρόμεθα· ταῦτʼ οὖν ὑπάρχειν καὶ τοῖς ὑπὲρ τῆς πατρίδος ἀποθανοῦσιν.

而斯忒辛布罗托斯则说,他在讲坛上赞颂在萨摩斯战死的人们时,曾说他们已经如同神明一般获得了不朽;因为我们并非亲眼见到神明本身,而是根据他们享有的尊荣和施予的恩惠推断出他们是不朽的;而这些同样属于那些为祖国捐躯的人。

语法注3 条
  1. 8.2ἀπὸ τῶν οἷς ἐκόσμησε τὴν πόλιν

    作为介词 ἀπό 宾语的先行词 τούτων(或 τῶν ἔργων)被省略,而关系代词 οἷς 保留了其在关系从句内部充当手段/工具的与格形式,未被吸引为介词要求的属格。

  2. 8.3τῶν τότε διδασκάλων... λεγόντων

    这是一个属格绝对独立结构,以 τῶν τότε διδασκάλων(戏剧作者/指导者)为逻辑主语,并受并列分词 ἀφεικότων 与 λεγόντων 的修饰。它与主句主语 αἱ κωμῳδίαι(喜剧作品)形成呼应,表示“由于剧作家们这般诉说,从而表明了……”。

  3. 8.4ἄκοντος αὐτοῦ

    表示非自愿或无意动作(“违背其意愿/无意之中”)的属格绝对独立结构,用以限制不定词从句 μηδὲ ῥῆμα μηδὲν ἐκπεσεῖν,说明希望祈求避免的是在未经意间失言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:8.1-8.6