- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:10.1-10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在塔纳格拉战役的危机之后,伯里克利召回了被流放的客蒙,双方达成内外分治的协议;同时文中驳斥了伯里克利暗杀埃菲阿尔特斯的诽谤。
ὁ μὲν οὖν ἐξοστρακισμὸς ὡρισμένην εἶχε νόμῳ δεκαετίαν τοῖς φεύγουσιν· ἐν δὲ τῷ διὰ μέσου Λακεδαιμονίων στρατῷ μεγάλῳ ἐμβαλόντων εἰς τὴν Ταναγρικὴν καὶ τῶν Ἀθηναίων εὐθὺς ὁρμησάντων ἐπʼ αὐτούς, ὁ μὲν Κίμων ἐλθὼν ἐκ τῆς φυγῆς ἔθετο μετὰ τῶν φυλετῶν εἰς λόχον τὰ ὅπλα1 καὶ διʼ ἔργων ἀπολύεσθαι τὸν Λακωνισμὸν ἐβούλετο, συγκινδυνεύσας τοῖς πολίταις, οἱ δὲ φίλοι τοῦ Περικλέους συστάντες ἀπήλασαν αὐτὸν ὡς φυγάδα.
按律法规定,陶片流放对流放者定有十年的期限;然而在这段期间内,当拉刻代蒙人率大军侵入塔纳格拉境内,雅典人立即出征迎战时,客蒙从流放地归来,携武器与同部落之人并肩列队,意欲通过与城邦公民共担危难,以实际行动洗清自己亲斯巴达的嫌疑;但伯里克利的朋友们联合起来,将他作为流放者驱逐了出去。
διὸ καὶ δοκεῖ Περικλῆς ἐρρωμενέστατα τὴν μάχην ἐκείνην ἀγωνίσασθαι καὶ γενέσθαι πάντων ἐπιφανέστατος ἀφειδήσας τοῦ σώματος. ἔπεσον δὲ καὶ τοῦ Κίμωνος οἱ φίλοι πάντες ὁμαλῶς, οὓς Περικλῆς συνεπῃτιᾶτο τοῦ Λακωνισμοῦ· καὶ μετάνοια δεινὴ τοὺς Ἀθηναίους καὶ πόθος ἔσχε τοῦ Κίμωνος, ἡττημένους μὲν ἐπὶ τῶν ὅρων τῆς Ἀττικῆς, προσδοκῶντας δὲ βαρὺν εἰς ἔτους ὥραν πόλεμον.
正因如此,人们认为伯里克利在那场战斗中搏杀得最为勇猛,不惜己身,成为了所有人中最卓绝之人。此外,客蒙的所有朋友也都一并战死,而伯里克利此前曾一同指控他们亲斯巴达;雅典人在阿提卡的边境战败,又预料到春季将有一场艰苦的战争,因此心中升起了深切的悔恨与对客蒙的思念。
αἰσθόμενος οὖν ὁ Περικλῆς οὐκ ὤκνησε χαρίσασθαι τοῖς πολλοῖς, ἀλλὰ τὸ ψήφισμα γράψας αὐτὸς ἐκάλει τὸν ἄνδρα, κἀκεῖνος κατελθὼν εἰρήνην ἐποίησε ταῖς πόλεσιν. οἰκείως γὰρ εἶχον οἱ Λακεδαιμόνιοι πρὸς αὐτὸν ὥσπερ ἀπήχθοντο τῷ Περικλεῖ καὶ τοῖς ἄλλοις δημαγωγοῖς.
于是伯里克利察觉到这一点后,毫不犹豫地顺应大众的意愿,亲自起草法令召回此人;客蒙归来后,便促成了两邦之间的和平。因为拉刻代蒙人对他抱有亲善之情,正如他们憎恶伯里克利和其他民众领袖一样。
ἔνιοι δέ φασιν οὐ πρότερον γραφῆναι τῷ Κίμωνι τὴν κάθοδον ὑπὸ τοῦ Περικλέους ἢ συνθήκας αὐτοῖς ἀπορρήτους γενέσθαι2 διʼ Ἐλπινίκης, τῆς Κίμωνος ἀδελφῆς, ὥστε Κίμωνα μὲν ἐκπλεῦσαι λαβόντα ναῦς διακοσίας καὶ τῶν ἔξω στρατηγεῖν, καταστρεφόμενον τὴν βασιλέως χώραν, Περικλεῖ δὲ τὴν ἐν ἄστει δύναμιν ὑπάρχειν.
然而有些人说,直到通过客蒙的姐妹埃尔皮妮克在两人之间达成了秘密协议之后,伯里克利才起草了让客蒙回国的法令;协议规定客蒙率领二百艘战舰出征并在海外任统帅,征服〔波斯〕国王的领土,而伯里克利则掌握城内的权力。
ἐδόκει δὲ καὶ πρότερον ἡ Ἐλπινίκη τῷ Κίμωνι τὸν Περικλέα πρᾳότερον παρασχεῖν, ὅτε τὴν θανατικὴν δίκην ἔφευγεν. ἦν μὲν γὰρ εἷς τῶν κατηγόρων ὁ Περικλῆς ὑπὸ τοῦ δήμου προβεβλημένος, ἐλθούσης δὲ πρὸς αὐτὸν τῆς Ἐλπινίκης καὶ δεομένης μειδιάσας εἶπεν· ὦ Ἐλπινίκη, γραῦς εἶ, γραῦς εἶ, ὡς πράγματα τηλικαῦτα πράσσειν.3 οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν λόγον ἅπαξ ἀνέστη, τὴν προβολὴν ἀφοσιούμενος, καὶ τῶν κατηγόρων ἐλάχιστα τὸν Κίμωνα λυπήσας ἀπεχώρησε.
人们认为,此前客蒙面临死罪审判时,埃尔皮妮克也曾使伯里克利对他更为宽容。因为伯里克利是由民众指派的控方之一,当埃尔皮妮克前来求见并向他恳求时,他微笑着说道: “啊,埃尔皮妮克,你年纪太大了,年纪太大了,不该插手如此重大的事务。” 尽管如此,伯里克利只起立发言了一次,仅仅是为了履行委任的职责,并在所有控方中对客蒙施加了最少的刁难后便退出了。
πῶς ἂν οὖν τις Ἰδομενεῖ πιστεύσειε κατηγοροῦντι τοῦ Περικλέους ὡς τὸν δημαγωγὸν Ἐφιάλτην φίλον γενόμενον καὶ κοινωνὸν ὄντα τῆς ἐν τῇ πολιτείᾳ προαιρέσεως δολοφονήσαντος4 διὰ ζηλοτυπίαν καὶ φθόνον τῆς δόξης; ταῦτα γὰρ οὐκ οἶδʼ ὅθεν συναγαγὼν ὥσπερ χολὴν τἀνδρὶ προσβέβληκε, πάντῃ μὲν ἴσως οὐκ ἀνεπιλήπτῳ, φρόνημα δʼ εὐγενὲς ἔχοντι καὶ ψυχὴν φιλότιμον, οἷς οὐδὲν ἐμφύεται πάθος ὠμὸν οὕτω καὶ θηριῶδες.
那么,人们又怎能相信伊多墨纽斯的指控呢?他指控伯里克利仅仅由于对名声的争竞和嫉妒,就暗杀了身为其友人兼政见合伙人的民众领袖埃菲阿尔特斯。因为他不知从何处搜集了这些说辞,就像泼胆汁一样倾泻在这位男子身上;此人或许并非在所有方面都无懈可击,但胸怀崇高的志向与自尊的灵魂,在这样的人心中绝不会滋生出如此残忍而兽性的恶念。
Ἐφιάλτην μὲν οὖν φοβερὸν ὄντα τοῖς ὀλιγαρχικοῖς καὶ περὶ τὰς εὐθύνας καὶ διώξεις τῶν τὸν δῆμον ἀδικούντων ἀπαραίτητον ἐπιβουλεύσαντες οἱ ἐχθροὶ διʼ Ἀριστοδίκου τοῦ Ταναγρικοῦ κρυφαίως ἀνεῖλον, ὡς Ἀριστοτέλης εἴρηκεν. ἐτελεύτησε δὲ Κίμων ἐν Κύπρῳ στρατηγῶν.
至于埃菲阿尔特斯,由于令寡头派畏惧,且在对侵害民众利益者的账目审查和控告中毫不姑息,他的政敌们密谋策划,正如亚里士多德所言,通过塔纳格拉的阿里斯托迪科斯将他秘密杀害。而客蒙则在塞浦路斯担任统帅期间去世。
- 10.1ἔθετο μετὰ τῶν φυλετῶν εἰς λόχον τὰ ὅπλα
军事用语 τίθεμαι τὰ ὅπλα 意为“披甲列阵”或“就位”。此处与 εἰς λόχον 连用,表示客蒙携武器在连队阵列中与同部落之人并肩就位。
- 10.4οὐ πρότερον γραφῆναι τῷ Κίμωνι τὴν κάθοδον ὑπὸ τοῦ Περικλέους ἢ συνθήκας αὐτοῖς ἀπορρήτους γενέσθαι
由否定词构成的 οὐ πρότερον ... ἤ 加不定式结构,表示“直到……才……”。主句中的被动不定式 γραφῆναι(主语为 τὴν κάθοδον)与 ἤ 之后带宾格主语 συνθήκας ἀπορρήτους 的不定式 γενέσθαι 相对呼应。
- 10.5γραῦς εἶ, ὡς πράγματα τηλικαῦτα πράσσειν
在名词/形容词谓语之后使用 ὡς 加不定式,表示结果或程度上的不相称(“年岁太大以致不能……”或“不适宜做……”)。此处指埃尔皮妮克年事已高,不宜插手如此重大的政治干预。
- 10.6κατηγοροῦντι τοῦ Περικλέους ὡς τὸν δημαγωγὸν Ἐφιάλτην ... δολοφονήσαντος
在 κατηγοροῦντι τοῦ Περικλέους 之后,连词 ὡς 带有属格分词 δολοφονήσαντος,用来引出被指控的主观罪名或缘由。语法上,δολοφονήσαντος 与前面的属格 τοῦ Περικλέους 一致(或充当受 ὡς 引领的属格独立结构),表明这属于伊多墨纽斯的主观控告。
