- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:7.1-7.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
年轻的伯里克利因貌似僭主及显赫家世而惧遭放逐,起初仅投身军旅,后趁政局变动违背天性而倒向平民阵营以抗衡客蒙。他改变生活作风杜绝私交以树立威信,仅在重大关头亲自出面,并借助埃菲阿尔特斯等代言人推进政务。
ὁ δὲ Περικλῆς νέος μὲν ὢν σφόδρα τὸν δῆμον εὐλαβεῖτο. καὶ γὰρ ἐδόκει Πεισιστράτῳ τῷ τυράννῳ τὸ εἶδος ἐμφερὴς εἶναι, τήν τε φωνὴν ἡδεῖαν οὖσαν αὐτοῦ καὶ τὴν γλῶτταν εὔτροχον ἐν τῷ διαλέγεσθαι καὶ ταχεῖαν οἱ σφόδρα γέροντες ἐξεπλήττοντο πρὸς τὴν ὁμοιότητα.1 πλούτου δὲ καὶ γένους προσόντος αὐτῷ λαμπροῦ καὶ φίλων οἳ πλεῖστον ἠδύναντο, φοβούμενος ἐξοστρακισθῆναι, τῶν μὲν πολιτικῶν οὐδὲν ἔπραττεν, ἐν δὲ ταῖς στρατείαις ἀνὴρ ἀγαθὸς ἦν καὶ φιλοκίνδυνος.
伯里克利年轻时对民众极为忌惮。因为他的容貌似乎酷似僭主庇西特拉图,而对于他那甜美的嗓音以及在谈话中流利迅捷的口才,那些极年长者更为这种相似而感到惊骇。加之他拥有财富、显赫的出身以及最有权势的朋友,因惧怕遭到陶片放逐,他便不参与任何政务,但在军事行动中却表现得英勇善战且敢于冒险。
ἐπεὶ δʼ Ἀριστείδης μὲν ἀποτεθνήκει καὶ Θεμιστοκλῆς ἐξεπεπτώκει, Κίμωνα δʼ αἱ στρατεῖαι τὰ πολλὰ τῆς Ἑλλάδος ἔξω κατεῖχον, οὕτω δὴ φέρων ὁ Περικλῆς τῷ δήμῳ προσένειμεν ἑαυτόν, ἀντὶ τῶν πλουσίων καὶ ὀλίγων τὰ τῶν πολλῶν καὶ πενήτων ἑλόμενος παρὰ τὴν αὑτοῦ φύσιν ἥκιστα δημοτικὴν οὖσαν.2
然而,当阿里斯提德斯去世、地米斯托克利遭放逐,而频繁的远征使客蒙大部分时间滞留在希腊本土之外时,伯里克利这才投身于平民阵营,舍弃了少数富人而选择了广大穷人的利益,尽管这极不符合他那丝毫没有平民特质的天性。
ἀλλʼ, ὡς ἔοικε, δεδιὼς μὲν ὑποψίᾳ περιπεσεῖν τυραννίδος, ὁρῶν δʼ ἀριστοκρατικὸν τὸν Κίμωνα καὶ διαφερόντως ὑπὸ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν ἀγαπώμενον, ὑπῆλθε τοὺς πολλούς, ἀσφάλειαν μὲν ἑαυτῷ, δύναμιν δὲ κατʼ ἐκείνου παρασκευαζόμενος.
然而,正如通常所见,他一方面惧怕陷入僭主的嫌疑,另一方面看到客蒙持贵族路线且格外受到贤达之士的爱戴,于是便亲近民众,以此为自己谋求安全,并获得对抗客蒙的力量。
εὐθὺς δὲ καὶ τοῖς περὶ τὴν δίαιταν ἑτέραν τάξιν ἐπέθηκεν. ὁδόν τε γὰρ ἐν ἄστει μίαν ἑωρᾶτο τὴν ἐπʼ ἀγορὰν καὶ τὸ βουλευτήριον πορευόμενος, κλήσεις τε δείπνων καὶ τὴν τοιαύτην ἅπασαν φιλοφροσύνην καὶ συνήθειαν ἐξέλιπεν, ὡς ἐν οἷς ἐπολιτεύσατο χρόνοις μακροῖς γενομένοις πρὸς μηδένα τῶν φίλων ἐπὶ δεῖπνον ἐλθεῖν, πλὴν Εὐρυπτολέμου τοῦ ἀνεψιοῦ γαμοῦντος ἄχρι τῶν σπονδῶν παραγενόμενος εὐθὺς ἐξανέστη.
同时,他随即对自己的日常生活作风确立了另一套规矩。在城里,人们只能看见他走在去往广场和议事厅的唯一一条路上,他舍弃了宴会的邀请以及所有类似的殷勤交际与往来,以至于在他执政的漫长岁月里,他不曾去任何一位朋友家赴宴,唯独在他的堂弟欧律普托勒摩斯结婚时,他出席直到奠酒仪式,便随即离席而去。
δειναὶ γὰρ αἱ φιλοφροσύναι παντὸς ὄγκου περιγενέσθαι, καὶ δυσφύλακτον ἐν συνηθείᾳ τὸ πρὸς δόξαν σεμνόν ἐστι· τῆς ἀληθινῆς δʼ ἀρετῆς κάλλιστα φαίνεται τὰ μάλιστα φαινόμενα, καὶ τῶν ἀγαθῶν ἀνδρῶν οὐδὲν οὕτω θαυμάσιον τοῖς ἐκτὸς ὡς ὁ καθʼ ἡμέραν βίος τοῖς συνοῦσιν. ὁ δὲ καὶ τῷ δήμῳ τὸ συνεχὲς φεύγων καὶ τὸν κόρον οἷον ἐκ διαλειμμάτων ἐπλησίαζεν, οὐκ ἐπὶ παντὶ πράγματι λέγων, οὐδʼ ἀεὶ παριὼν εἰς τὸ πλῆθος, ἀλλʼ ἑαυτὸν ὥσπερ τὴν Σαλαμινίαν τριήρη, φησὶ Κριτόλαος, πρὸς τὰς μεγάλας χρείας ἐπιδιδούς, τἆλλα δὲ φίλους καὶ ῥήτορας ἑτέρους καθιεὶς ἔπραττεν.3
因为亲昵的殷勤总善于消解一切威严,而在熟络的交往中,为了声名而维持的庄重也是极难保持的;然而对于真正的美德而言,最显露于外的部分才显得最为美好,而且在善人身上,部外之人所赞叹的任何东西,都比不上他们的日常生活在其朝夕相处者眼中那样令人惊叹。可是伯里克利为了避免民众产生日久生厌的厌烦情绪,也只是间歇性地接近民众,他并非就每一项事务发言,也不总是走到大众面前,而是正如克利托拉奥斯所说,把自己像萨拉米尼亚号三桅战舰一样保留给重大的紧要关头,其余的事情则派出朋友和其他演说家去经办。
ὧν ἕνα φασὶ γενέσθαι τὸν Ἐφιάλτην,4 ὃς κατέλυσε τὸ κράτος τῆς ἐξ Ἀρείου πάγου βουλῆς, πολλήν, κατὰ τὸν Πλάτωνα, καὶ ἄκρατον τοῖς πολίταις ἐλευθερίαν οἰνοχοῶν, ὑφʼ ἧς, ὥσπερ ἵππον, ἐξυβρίσαντα τὸν δῆμον οἱ κωμῳδοποιοὶ λέγουσι πειθαρχεῖν οὐκέτι τολμᾶν, ἀλλὰ δάκνειν τὴν Εὔβοιαν καὶ ταῖς νήσοις ἐπιπηδᾶν.
据说其中之一便是埃菲阿尔特斯,他摧毁了阿雷奥帕古斯议事会的权力,用柏拉图的话说,给公民们斟上了大量而未经稀释的自由之酒,喜剧作家们说,在这一影响下,民众如同烈马般肆意妄为,不再敢于服从驯服,而是啃咬优卑亚,并向各岛屿猛扑过去。
- 7.1τήν τε φωνὴν ἡδεῖαν οὖσαν αὐτοῦ καὶ τὴν γλῶτταν εὔτροχον ἐν τῷ διαλέγεσθαι καὶ ταχεῖαν οἱ σφόδρα γέροντες ἐξεπλήττοντο πρὸς τὴν ὁμοιότητα
宾语短语(τήν τε φωνὴν... καὶ τὴν γλῶτταν...)被前置于句首,作为后置的主语(οἱ σφόδρα γέροντες)与动词(ἐξεπλήττοντο)的直接宾语(倒装结构)。动词 ἐκπλήττομαι 在此支配宾格,表示“因……而震惊/敬畏”,句末的介词短语 πρὸς τὴν ὁμοιότητα 则指明了产生惊骇的原因(“面对此种相似性”)。
- 7.2παρὰ τὴν αὑτοῦ φύσιν ἥκιστα δημοτικὴν οὖσαν
介词 παρά 支配宾格(τὴν αὑτοῦ φύσιν),意为“与……相反”。分词 οὖσαν 与 ἥκιστα δημοτικὴν 构成定语或让步性修饰(“尽管其本性丝毫不具有平民倾向”),突出了伯里克利自身的贵族本性与其所选择的政治路线之间的对立。
- 7.5τἆλλα δὲ φίλους καὶ ῥήτορας ἑτέρους καθιεὶς ἔπραττεν
τἆλλα(= τὰ ἄλλα)充当关系宾格(“至于其余事务”)或动词 ἔπραττεν 的直接宾语(“经办其他事情”)。分词 καθιείς(源自 καθίημι,“派入场内、派出”)在此表示手段,意为“派出/起用他的朋友和其他演说家”作为代理人处理日常政务。
- 7.6ὧν ἕνα φασὶ γενέσθαι τὸν Ἐφιάλτην
关系代词 ὧν 是修饰 ἕνα 的部分属格,先行词为上一句中的“朋友和其他演说家”(φίλους καὶ ῥήτορας ἑτέρους)。τὸν Ἐφιάλτην 是不定式 γενέσθαι 的逻辑主语(宾格),整个结构由 φασί 引导构成宾格加不定式的间接引语。
