← 普鲁塔克

伯里克利传

§6.1-6.4

破除迷信与独角羊预兆的诠释

本段叙述了伯里克利如何借助阿那克萨哥拉的自然哲学摆脱迷信,并通过阿那克萨哥拉剖析独角羊头的原因与预言家兰蓬做出政治预言的轶事,探讨了自然因果探求与预兆解释之间的调和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

οὐ μόνον δὲ ταῦτα τῆς Ἀναξαγόρου συνουσίας ἀπέλαυσε Περικλῆς, ἀλλὰ καὶ δεισιδαιμονίας δοκεῖ γενέσθαι καθυπέρτερος, ὅσην τὸ πρὸς τὰ μετέωρα θάμβος ἐνεργάζεται1 τοῖς αὐτῶν τε τούτων τὰς αἰτίας ἀγνοοῦσι καὶ περὶ τὰ θεῖα δαιμονῶσι καὶ ταραττομένοις διʼ ἀπειρίαν αὐτῶν, ἣν ὁ φυσικὸς λόγος ἀπαλλάττων2 ἀντὶ τῆς φοβερᾶς καὶ φλεγμαινούσης δεισιδαιμονίας τὴν ἀσφαλῆ μετʼ ἐλπίδων ἀγαθῶν εὐσέβειαν ἐργάζεται.

伯里克利从与阿那克萨哥拉的交往中所收获的,不仅是这些,而且他似乎还克服了迷信——那种由于对天象的敬畏而在那些对这些事物自身的原因一无所知、对神圣事物心怀恐惧并因缺乏经验而惶惑不安的人心中产生的迷信。自然哲学的理论清除了这种迷信,并在那种令人恐惧和热病般的迷信之处,确立了伴随着美好希望的坚定虔敬。

§6.2

λέγεται δέ ποτε κριοῦ μονόκερω κεφαλὴν ἐξ ἀγροῦ τῷ Περικλεῖ κομισθῆναι, καὶ Λάμπωνα μὲν τὸν μάντιν, ὡς εἶδε τὸ κέρας ἰσχυρὸν καὶ στερεὸν ἐκ μέσου τοῦ μετώπου πεφυκός, εἰπεῖν ὅτι δυεῖν οὐσῶν ἐν τῇ πόλει δυναστειῶν, τῆς Θουκυδίδου καὶ Περικλέους, εἰς ἕνα περιστήσεται τὸ κράτος παρʼ ᾧ γένοιτο τὸ σημεῖον·3 τὸν δʼ Ἀναξαγόραν τοῦ κρανίου διακοπέντος ἐπιδεῖξαι τὸν ἐγκέφαλον οὐ πεπληρωκότα τὴν βάσιν, ἀλλʼ ὀξὺν ὥσπερ ὠὸν ἐκ τοῦ παντὸς ἀγγείου συνωλισθηκότα κατὰ τὸν τόπον ἐκεῖνον ὅθεν ἡ ῥίζα τοῦ κέρατος εἶχε τὴν ἀρχήν.

据说有一次,有人从乡下给伯里克利带来一只独角公羊的头。预言家兰蓬看到那只角从额头正中央强劲而坚固地长出,便说:城邦中存在两大政治派系,即修昔底德派和伯里克利派,而最高权力将归于出现这一预兆的那个人。然而阿那克萨哥拉命人劈开颅骨,向众人展示其大脑并未填满颅底,而是像鸡蛋一样呈尖形,从整个头腔滑向了角根发端之处。

§6.3

καὶ τότε μὲν θαυμασθῆναι τὸν Ἀναξαγόραν ὑπὸ τῶν παρόντων, ὀλίγῳ δʼ ὕστερον τὸν Λάμπωνα, τοῦ μὲν Θουκυδίδου καταλυθέντος, τῶν δὲ τοῦ δήμου πραγμάτων ὁμαλῶς ἁπάντων ὑπὸ τῷ Περικλεῖ γενομένων. ἐκώλυε δʼ οὐδέν, οἶμαι, καὶ τὸν φυσικὸν ἐπιτυγχάνειν καὶ τὸν μάντιν,4 τοῦ μὲν τὴν αἰτίαν, τοῦ δὲ τὸ τέλος καλῶς ἐκλαμβάνοντος· ὑπέκειτο γὰρ τῷ μέν, ἐκ τίνων γέγονε καὶ πῶς πέφυκε, θεωρῆσαι, τῷ δέ, πρὸς τί γέγονε καὶ τί σημαίνει, προειπεῖν.5

当时,在场的人都对阿那克萨哥拉赞叹不已;但不久之后赞叹却转向了兰蓬,因为修昔底德遭到推翻,民众的所有政务全都在伯里克利领导下归于统揽。然而依我之见,并没有什么妨碍自然哲学家与预言家同时命中真相,因为一人正确地把握了原因,另一人则正确地把握了目的;对前者而言,其任务是考察它是从何而来、如何自然生成的;对后者而言,则是预言它为何而生、预兆着什么。

§6.4

οἱ δὲ τῆς αἰτίας τὴν εὕρεσιν ἀναίρεσιν εἶναι λέγοντες τοῦ σημείου οὐκ ἐπινοοῦσιν ἅμα τοῖς θείοις καὶ τὰ τεχνητὰ τῶν συμβόλων ἀθετοῦντες,6 ψόφους τε δίσκων καὶ φῶτα πυρσῶν καὶ γνωμόνων ἀποσκιασμούς· ὧν ἕκαστον αἰτίᾳ τινὶ καὶ κατασκευῇ σημεῖον εἶναί τινος πεποίηται. ταῦτα μὲν οὖν ἴσως ἑτέρας ἐστὶ πραγματείας.

至于那些声称找出原因就等于抹杀预兆的人,却没有意识到,他们在否定神圣预兆的同时,也废除了各种人造的信号——例如铜盘的撞击声、烽火的亮光以及日晷指针的阴影;这之中的每一项,都是通过某种原因和装置而被制作用来作为某种事物的预兆的。不过,这些或许属于另一篇论著的探讨范围了。

语法注6 条
  1. 6.1ὅσην τὸ πρὸς τὰ μετέωρα θάμβος ἐνεργάζεται

    关系代词 ὅσην 在程度和数量上照应先行词 δεισιδαιμονίας(“达到……程度的迷信”)。随后的与格分词 τοῖς ... ἀγνοοῦσι καὶ ... δαιμονῶσι καὶ ταραττομένοις 作为动词 ἐνεργάζεται 的间接宾语,指代那些不明原因而惶恐的人群。

  2. 6.1ἣν ὁ φυσικὸς λόγος ἀπαλλάττων

    宾格关系代词 ἣν 指代前文的 δεισιδαιμονίας。从句主语为 ὁ φυσικὸς λόγος,分词 ἀπαλλάττων 作方式或手段分词修饰主动词 ἐργάζεται,意为“自然之理清除了它,从而……”

  3. 6.2παρʼ ᾧ γένοιτο τὸ σημεῖον

    此关系从句处于由 εἰπεῖν ὅτι 引导的间接引语中。希求法动词 γένοιτο 是斜说希求法(optativus obliquus),在直接引语中相当于不定过去时直陈式(παρʼ ᾧ ἐγένετο)或带 ἄν 的虚拟法(παρʼ ᾧ ἂν γένηται)。

  4. 6.3ἐκώλυε δʼ οὐδέν, οἶμαι, καὶ τὸν φυσικὸν ἐπιτυγχάνειν καὶ τὸν μάντιν

    非人称未完成过去时 ἐκώλυε οὐδέν(“没有任何事阻止……”)统领宾格不定式结构(καὶ τὸν φυσικὸν ... καὶ τὸν μάντιν ἐπιτυγχάνειν,即“自然哲学家与预言家皆命中要害”)。未完成过去时表示当时持续的事理状态。

  5. 6.3ὑπέκειτο γὰρ τῷ μέν, ... θεωρῆσαι, τῷ δέ, ... προειπεῖν

    动词 ὑπέκειτο 与与格 τῷ μέν 和 τῷ δέ 连用(意为“对前者而言任务在于……对后者而言在于……”),不定式 θεωρῆσαι 与 προειπεῖν 作其语法主语,其后分别带领间接疑问从句作为宾语。

  6. 6.4ἅμα τοῖς θείοις καὶ τὰ τεχνητὰ τῶν συμβόλων ἀθετοῦντες

    分词 ἀθετοῦντες 是受主动词 οὐκ ἐπινοοῦσιν 支配的补足分词(“他们没有意识到自己正在废除……”)。τὰ τεχνητὰ τῶν συμβόλων 带有部分属格,指“符号中人为的那一部分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:6.1-6.4