- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伯里克利受阿那克萨哥拉熏陶,展现出庄重的谈吐与非凡的自制力,甚至从容护送辱骂自己的恶徒回家。尽管诗人扬恩批评其举止傲慢自大,芝诺却为其辩护,指出模仿崇高品行自能潜移默化地化作真正的德性。
τοῦτον ὑπερφυῶς τὸν ἄνδρα θαυμάσας ὁ Περικλῆς καὶ τῆς λεγομένης μετεωρολογίας καὶ μεταρσιολεσχίας ὑποπιμπλάμενος, οὐ μόνον, ὡς ἔοικε, τὸ φρόνημα σοβαρὸν καὶ τὸν λόγον ὑψηλὸν εἶχε καὶ καθαρὸν ὀχλικῆς καὶ πανούργου βωμολοχίας, ἀλλὰ καὶ προσώπου σύστασις1 ἄθρυπτος εἰς γέλωτα καὶ πρᾳότης πορείας καὶ καταστολὴ περιβολῆς πρὸς οὐδὲν ἐκταραττομένη πάθος ἐν τῷ λέγειν καὶ πλάσμα φωνῆς ἀθόρυβον, καὶ ὅσα τοιαῦτα πάντας θαυμαστῶς ἐξέπληττε.
伯里克利对此人怀有非凡的钦佩,并且深受所谓的‘天体学’与玄谈的熏陶;看来,他不仅拥有威严的气度与崇高的谈吐,远离市井无赖般的粗俗卑劣,而且那种绝不因发笑而失态的面容、平稳的步履、演说时绝不因任何激情而凌乱的端庄服饰,以及毫不紊乱的声音腔调——这一切特点都令众人惊叹不已。
λοιδορούμενος γοῦν ποτε καὶ κακῶς ἀκούων2 ὑπό τινος τῶν βδελυρῶν καὶ ἀκολάστων ὅλην ἡμέραν ὑπέμεινε σιωπῇ κατʼ ἀγοράν, ἅμα τι τῶν ἐπειγόντων καταπραττόμενος· ἑσπέρας δʼ ἀπῄει κοσμίως οἴκαδε παρακολουθοῦντος τοῦ ἀνθρώπου καὶ πάσῃ χρωμένου βλασφημίᾳ πρὸς αὐτόν.
有一次,他在广场上遭到一个下流放荡之徒整日辱骂与诋毁,他却一边办理紧急事务,一边默默忍受;到了傍晚,那人一路尾随对他肆意辱骂,他仍从容不迫地返家。
ὡς δʼ ἔμελλεν εἰσιέναι σκότους ὄντος ἤδη, προσέταξέ τινι τῶν οἰκετῶν φῶς λαβόντι παραπέμψαι καὶ καταστῆσαι πρὸς τὴν οἰκίαν τὸν ἄνθρωπον. ὁ δὲ ποιητὴς Ἴων μοθωνικήν φησι τὴν ὁμιλίαν καὶ ὑπότυφον εἶναι τοῦ Περικλέους, καὶ ταῖς μεγαλαυχίαις αὐτοῦ πολλὴν ὑπεροψίαν ἀναμεμῖχθαι καὶ περιφρόνησιν τῶν ἄλλων· ἐπαινεῖ δὲ τὸ Κίμωνος ἐμμελὲς καὶ ὑγρὸν καὶ μεμουσωμένον ἐν ταῖς περιφοραῖς.
由于天色已晚,在他正要进门时,便吩咐一名仆人拿上火把,把那人护送回家。然而诗人扬恩却说,伯里克利的言谈粗暴且自负,他的大话中掺杂着许多傲慢和对他人的蔑视;相反,扬恩却赞赏客蒙在交往中展现出的和谐、优雅与富有教养。
ἀλλʼ Ἴωνα μέν, ὥσπερ τραγικὴν διδασκαλίαν,3 ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν τι πάντως καὶ σατυρικὸν μέρος ἐῶμεν· τοὺς δὲ τοῦ Περικλέους τὴν σεμνότητα δοξοκοπίαν τε καὶ τῦφον ἀποκαλοῦντας ὁ Ζήνων παρεκάλει καὶ αὐτούς τι τοιοῦτο δοξοκοπεῖν, ὡς τῆς προσποιήσεως αὐτῆς τῶν καλῶν ὑποποιούσης4 τινὰ λεληθότως ζῆλον καὶ συνήθειαν.
不过,且由扬恩去吧,他就像要求悲剧演出必须包含某种萨梯剧成分一样,要求德性也须如此;至于那些把伯里克利的庄重称为追名逐利和狂妄自大的人,芝诺则劝他们自己也不妨这样去追逐一番名誉,因为仅仅是对美好事物的模仿与做作,也会在不知不觉中培养出某种追求与习惯。
- 5.1ἀλλὰ καὶ προσώπου σύστασις
承接前半句的 οὐ μόνον ... εἶχε(不仅拥有……),在 ἀλλὰ καί 之后并未延续由 εἶχε 所支配的宾语,而是发生了句式转换:主格名词词组 προσώπου σύστασις(面容)、πρᾳότης(平稳)、καταστολή(端庄)、πλάσμα(声调)构成了新的主语序列,最终支配句末的动词 ἐξέπληττε。动词采用单数形式 ἐξέπληττε,是受到其紧前方的中性复数代词短语 ὅσα τοιαῦτα 的牵引所致。
- 5.2κακῶς ἀκούων
动词 ἀκούω 与副词 κακῶς 连用的习语,充当 κακῶς λέγω 的被动态,意为“被恶语相向”或“遭受毁谤”。它与前面的分词 λοιδορούμενος(被辱骂)并列,作被动意义理解。
- 5.4ὥσπερ τραγικὴν διδασκαλίαν
宾格名词 διδασκαλίαν 指悲剧四联剧(三部悲剧加上一部萨梯剧)的上演;在此它受分词短语 ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν... 的影响而被牵引为宾格,构成紧缩比较结构,意为“正如(在)悲剧上演中一样”。
- 5.4ὡς τῆς προσποιήσεως αὐτῆς τῶν καλῶν ὑποποιούσης
由连词 ὡς 引导的属格独立结构,表示主语芝诺所陈述的主观理由(“理由是……”)。属格 τῶν καλῶν 作名词 προσποιήσεως 的宾格性属格(“对崇高之事的假托/装腔作势”),分词 ὑποποιούσης 意为“暗中产生”或“潜移默化地植入”。
