← 普鲁塔克

伯里克利传

§4.1-4.4

伯里克利的师承与阿那克萨哥拉的影响

本节记述了伯里克利的师承:在音乐与政治上引导他的达蒙、教授辩驳之术的芝诺,以及对他的人格威严与思想产生了最深刻影响、被称为“心灵”(努斯)的哲学家阿那克萨哥拉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

διδάσκαλον δʼ αὐτοῦ τῶν μουσικῶν οἱ πλεῖστοι Δάμωνα γενέσθαι λέγουσιν, οὗ φασι δεῖν τοὔνομα βραχύνοντας τὴν προτέραν συλλαβὴν ἐκφέρειν· Ἀριστοτέλης δὲ παρὰ Πυθοκλείδῃ μουσικὴν διαπονηθῆναι τὸν ἄνδρα φησίν. ὁ δὲ Δάμων ἔοικεν ἄκρος ὢν σοφιστὴς καταδύεσθαι1 μὲν εἰς τὸ τῆς μουσικῆς ὄνομα πρὸς τοὺς πολλοὺς ἐπικρυπτόμενος τὴν δεινότητα, τῷ δὲ Περικλεῖ συνῆν καθάπερ ἀθλητῇ τῶν πολιτικῶν ἀλείπτης καὶ διδάσκαλος.

大多数人说,达蒙是他的音乐老师,据说人们发他的名字时应当把前一个音节读作短音;然而亚里士多德却说,他是跟随皮托克莱德斯研习音乐的。达蒙似乎是个造诣极高的智者,他潜藏在音乐的名目之下,向大众掩盖自己的能耐,却陪伴在伯里克利身旁,宛如一位政治竞技选手的教练和导师。

§4.2

οὐ μὴν ἔλαθεν ὁ Δάμων τῇ λύρᾳ παρακαλύμματι χρώμενος, ἀλλʼ ὡς μεγαλοπράγμων καὶ φιλοτύραννος ἐξωστρακίσθη καὶ παρέσχε τοῖς κωμικοῖς διατριβήν. ὁ γοῦν Πλάτων καὶ πυνθανόμενον αὐτοῦ τινα πεποίηκεν οὕτω· "πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γὰρ, ὥς φασιν, ὁ Χείρων ἐξέθρεψας Περικλέα."

然而,达蒙以里拉琴作为伪装并未逃过人们的眼睛,他反而以图谋大业和偏爱僭主的罪名被陶片放逐,并成为喜剧诗人们嘲弄的谈资。至少柏拉图在剧中便安排某人这样质问他: “那么首先请你告诉我,我恳求你;因为正如人们所说, 正是你如同喀戎一般抚育了伯里克利。”

§4.3

διήκουσε δὲ Περικλῆς καὶ Ζήνωνος τοῦ Ἐλεάτου πραγματευομένου περὶ φύσιν, ὡς Παρμενίδης, ἐλεγκτικὴν δέ τινα καὶ διʼ ἀντιλογίας κατακλείουσαν εἰς ἀπορίαν ἐξασκήσαντος ἕξιν, ὥσπερ καὶ Τίμων ὁ Φλιάσιος εἴρηκε διὰ τούτων· "ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος, πάντων ἐπιλήπτορος."

伯里克利还听取了埃利亚的芝诺的教导,芝诺与巴门尼德一样探讨自然,并锤炼出一种通过辩驳将对手逼入困境的反驳技艺,正如弗利乌斯的蒂蒙在这些诗句中所说的那样: “还有生有双舌的芝诺、那位斥责一切者 强大且不可摧毁的巨大力量。”

§4.4

ὁ δὲ πλεῖστα Περικλεῖ συγγενόμενος καὶ μάλιστα περιθεὶς ὄγκον αὐτῷ καὶ φρόνημα δημαγωγίας ἐμβριθέστερον,2 ὅλως τε μετεωρίσας καὶ συνεξάρας τὸ ἀξίωμα τοῦ ἤθους, Ἀναξαγόρας ἦν ὁ Κλαζομένιος, ὃν οἱ τότʼ ἄνθρωποι Νοῦν προσηγόρευον, εἴτε τὴν σύνεσιν αὐτοῦ μεγάλην εἰς φυσιολογίαν καὶ περιττὴν διαφανεῖσαν θαυμάσαντες, εἴθʼ ὅτι3 τοῖς ὅλοις πρῶτος οὐ τύχην οὐδʼ ἀνάγκην διακοσμήσεως ἀρχήν, ἀλλὰ νοῦν ἐπέστησε καθαρὸν καὶ ἄκρατον ἐν μεμιγμένοις πᾶσι τοῖς ἄλλοις, ἀποκρίνοντα τὰς ὁμοιομερείας.

然而,与伯里克利过从最密、赋予他威严以及远比蛊惑民心更为深沉的气度,并全面升华提升了他的人格尊严的,乃是克拉佐美奈的阿那克萨哥拉。当时的人们称他为‘心灵’(努斯),或是因为钦佩他在自然哲学上所显露的伟大而卓越的智慧,或是因为他是第一个在万物之上不将偶然或必然,而是在其他一切相互混合的事物之中,将那分离同质部分的纯洁无杂的‘心灵’确立为宇宙秩序开端的人。

语法注3 条
  1. 4.1ὁ δὲ Δάμων ἔοικεν ἄκρος ὢν σοφιστὴς καταδύεσθαι

    动词 ἔοικεν 采用人称构文(personal construction),主语为主格的 ὁ Δάμων,并统领主格分词 ἄκρος ὢν 以及不定式 καταδύεσθαι,意为“达蒙似乎以极高的智者身份……潜藏”。

  2. 4.4φρόνημα δημαγωγίας ἐμβριθέστερον

    比较级形容词 ἐμβριθέστερον(更为沉重、更为庄重的)统领比较属格 δημαγωγίας(煽动民心),意为“比蛊惑民心更为深沉凝重的精神气度”。

  3. 4.4εἴτε τὴν σύνεσιν αὐτοῦ μεγάλην εἰς φυσιολογίαν καὶ περιττὴν διαφανεῖσαν θαυμάσαντες, εἴθʼ ὅτι

    解释阿那克萨哥拉为何被称为“努斯”的非对称并列结构:前半部分用 εἴτε 搭配分词 θαυμάσαντες(或是因为钦佩……),后半部分则用 εἴθʼ ὅτι 引导原因从句及限定动词 ἐπέστησε(或是因为他确立了……)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:4.1-4.4