- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:3.1-3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克记述了伯里克利的显赫家世、其母梦见产狮的吉兆,以及他狭长头颅的生理特征,这一外形促使雕塑家为其戴上头盔,并引发了喜剧诗人们的诸般戏谑讽刺。
Περικλῆς γὰρ ἦν τῶν μὲν φυλῶν Ἀκαμαντίδης, τῶν δὲ δήμων Χολαργεύς, οἴκου δὲ καὶ γένους τοῦ πρώτου κατʼ ἀμφοτέρους. Ξάνθιππος γὰρ ὁ νικήσας ἐν Μυκάλῃ τοὺς βασιλέως στρατηγοὺς ἔγημεν Ἀγαρίστην Κλεισθένους ἔγγονον, ὃς ἐξήλασε Πεισιστρατίδας καὶ κατέλυσε τὴν τυραννίδα γενναίως καὶ νόμους ἔθετο καὶ πολιτείαν ἄριστα κεκραμένην πρὸς ὁμόνοιαν καὶ σωτηρίαν κατέστησεν.
事实上,伯里克利按部落属于阿卡曼提斯部落,按德谟属于霍拉尔戈斯德谟,并且在双亲两系上均出自头等的门阀与世系。因为在米卡勒击溃大王麾下诸将的克桑提普斯,迎娶了克利斯提尼的孙女(甥女)阿加丽斯忒——正是这位克利斯提尼驱逐了庇西特拉图派,崇高地终结了僭主政治,制定了法律,并确立了为和睦与存续而调配至臻的政体。
αὕτη κατὰ τοὺς ὕπνους ἔδοξε τεκεῖν λέοντα, καὶ μεθʼ ἡμέρας ὀλίγας ἔτεκε Περικλέα, τὰ μὲν ἄλλα τὴν ἰδέαν τοῦ σώματος ἄμεμπτον, προμήκη δὲ τῇ κεφαλῇ καὶ ἀσύμμετρον.1 ὅθεν αἱ μὲν εἰκόνες αὐτοῦ σχεδὸν ἅπασαι κράνεσι περιέχονται, μὴ βουλομένων, ὡς ἔοικε, τῶν τεχνιτῶν ἐξονειδίζειν. οἱ δʼ Ἀττικοὶ ποιηταὶ σχινοκέφαλον αὐτὸν ἐκάλουν· τὴν γὰρ σκίλλαν ἔστιν ὅτε καὶ σχῖνον ὀνομάζουσι.
她在睡梦中梦见自己生下一头狮子,数日后便生下了伯里克利;他的身体形貌在其他各方面均无可挑剔,唯独头部狭长且不相称。因此他的肖像雕塑几乎全部覆以头盔,匠人们似乎不愿羞辱他。阿提卡的诗人们称他为“海葱头”;因为他们有时也把海葱称为“斯基诺斯”。
τῶν δὲ κωμικῶν ὁ μὲν Κρατῖνος ἐν Χείρωσι· στάσις δὲ (φησὶ) καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε μέγιστον τίκτετον τύραννον,2 ὃν δὴ κεφαληγερέταν θεοὶ καλέουσι· καὶ πάλιν ἐν Νεμέσει· μόλʼ, ὦ Ζεῦ ξένιε καὶ καραιέ.
在喜剧诗人中,克拉提诺斯在《喀戎们》中说道: “内讧 (他说) 与年迈的克洛诺斯彼此结合,生下最大的僭主,众神实则称他为‘聚头者’”;又在《涅墨西斯》中说: “来吧,啊,好客而高头的大神宙斯!”
Τηλεκλείδης δὲ ποτὲ μὲν ὑπὸ τῶν πραγμάτων ἠπορημένον καθῆσθαί φησιν αὐτὸν ἐν τῇ πόλει καρηβαροῦντα, ποτὲ δὲ μόνον ἐκ κεφαλῆς ἑνδεκακλίνου θόρυβον πολὺν ἐξανατέλλειν· ὁ δʼ Εὔπολις ἐν τοῖς Δήμοις πυνθανόμενος περὶ ἑκάστου τῶν ἀναβεβηκότων ἐξ ᾅδου δημαγωγῶν, ὡς ὁ Περικλῆς ὠνομάσθη τελευταῖος· "ὅ τι περ κεφάλαιον τῶν κάτωθεν ἤγαγες.3"
而忒勒克莱德斯则说,他有时因国务陷入窘境而坐在城中,头沉重不堪;有时却单凭那宛如容纳十一张卧榻的头颅,涌现出巨大的骚乱;欧波利斯在《德谟民》中逐一询问从哈得斯归来的每位煽惑家,当最后提到伯里克利的名字时说道: “你带来了地下之人的真正头领(头颅)。”
- 3.2τὰ μὲν ἄλλα τὴν ἰδέαν τοῦ σώματος ἄμεμπτον, προμήκη δὲ τῇ κεφαλῇ καὶ ἀσύμμετρον
形容词 ἄμεμπτον、προμήκη 和 ἀσύμμετρον 均为宾格,充当动词 ἔτεκε 的宾语 Περικλέα 的述语修饰成分。τὰ μὲν ἄλλα 为副词性宾格(限制/关系宾格,意为“在其他方面”),其后的 τὴν ἰδέαν 亦为关系宾格(“在身体形貌方面”)。后半句中的 τῇ κεφαλῇ 则是关系与格(“在头部上”),用以限定宾格形容词 προμήκη 与 ἀσύμμετρον。
- 3.3ἀλλήλοισι μιγέντε μέγιστον τίκτετον τύραννον
分词 μιγέντε 与限定动词 τίκτετον 均为双数形式(dual),与前文的两个主语 στάσις 和 πρεσβυγενὴς Κρόνος 保持性数一致。克拉提诺斯借用史诗风格的双数句式,戏仿神谱式的神祇交合,以滑稽的方式刻画伯里克利的降生。
- 3.4ὅ τι περ κεφάλαιον τῶν κάτωθεν ἤγαγες
引自欧波利斯的喜剧。ὅ τι περ 是带有强调小词 περ 的中性单数关系代词,作 ἤγαγες 的宾语(“你竟带来了……的真正头领/顶峰”)。名词 κεφάλαιον 本义为“首要之事、魁首”,但在此处显然是对 κεφαλή(头颅)的双关语,兼指伯里克利在政界的领袖地位及其硕大畸形的头颅。
