- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:38.1-38.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伯里克利染病缠绵不起,向友人展示挂在颈上的护身符以示自身衰弱;在临终之际,友人历数其赫赫战功,他却指出自己最大的荣耀乃是未曾使任何雅典人因他而披上丧服。
τότε δὲ τοῦ Περικλέους ἔοικεν ὁ λοιμὸς λαβέσθαι λαβὴν οὐκ ὀξεῖαν, ὥσπερ ἄλλων, οὐδὲ σύντονον, ἀλλὰ βληχρᾷ τινι νόσῳ καὶ μῆκος ἐν ποικίλαις ἐχούσῃ μεταβολαῖς διαχρωμένην τὸ σῶμα σχολαίως καὶ ὑπερείπουσαν1 τὸ φρόνημα τῆς ψυχῆς.
当时,瘟疫似乎并未如降临于他人身上那样,以急骤或猛烈之势攫住伯里克利,而是通过一种在反复变迁中持久缠绵的迟钝病症,缓缓消磨他的肉体,并瓦解其灵魂的气魄。
ὁ γοῦν Θεόφραστος ἐν τοῖς Ἠθικοῖς διαπορήσας εἰ πρὸς τὰς τύχας τρέπεται τὰ ἤθη καὶ κινούμενα τοῖς τῶν σωμάτων πάθεσιν ἐξίσταται τῆς ἀρετῆς, ἱστόρηκεν ὅτι νοσῶν ὁ Περικλῆς ἐπισκοπουμένῳ τινὶ τῶν φίλων δείξειε περίαπτον ὑπὸ τῶν γυναικῶν τῷ τραχήλῳ περιηρτημένον, ὡς σφόδρα κακῶς ἔχων ὁπότε καὶ ταύτην ὑπομένοι τὴν ἀβελτερίαν.2
无论如何,泰奥弗拉斯托斯在《伦理学》中探讨品性格调是否会随际遇而改变、并在肉体痛苦的牵动下背弃美德这一问题时记载道:伯里克利患病时,曾向一位前来看望的友人展示妇人们挂在他脖子上的护身符,以此表明自己病势已沉重至极,竟至于容忍这等愚昧荒诞之事。
ἤδη δὲ πρὸς τῷ τελευτᾶν ὄντος αὐτοῦ, περικαθήμενοι τῶν πολιτῶν οἱ βέλτιστοι καὶ τῶν φίλων οἱ περιόντες λόγον ἐποιοῦντο τῆς ἀρετῆς καὶ τῆς δυνάμεως, ὅση γένοιτο, καὶ τὰς πράξεις ἀνεμετροῦντο καὶ τῶν τροπαίων τὸ πλῆθος· ἐννέα γὰρ ἦν ἃ στρατηγῶν καὶ νικῶν ἔστησεν ὑπὲρ τῆς πόλεως.
及至他已濒临垂危之际,环坐身旁的最优秀的公民与健在的友人们,正谈论着他的美德以及他那曾盛极一时的权柄,并历数他的功业和战胜纪念碑的数量;因他作为统帅战胜敌军为城邦立起的纪念碑,总共有九座之多。
ταῦτα, ὡς οὐκέτι συνιέντος, ἀλλὰ καθῃρημένου τὴν αἴσθησιν αὐτοῦ,3 διελέγοντο πρὸς ἀλλήλους· ὁ δὲ πᾶσιν ἐτύγχανε τὸν νοῦν προσεσχηκώς, καὶ φθεγξάμενος εἰς μέσον ἔφη θαυμάζειν ὅτι ταῦτα μὲν ἐπαινοῦσιν αὐτοῦ καὶ μνημονεύουσιν, ἃ καὶ πρὸς τύχην ἐστὶ κοινὰ καὶ γέγονεν ἤδη πολλοῖς στρατηγοῖς, τὸ δὲ κάλλιστον καὶ μέγιστον οὐ λέγουσιν. οὐδεὶς γάρ, ἔφη, διʼ ἐμὲ τῶν ὄντων Ἀθηναίων μέλαν ἱμάτιον περιεβάλετο.
他们彼此议论这些,以为他已无法明辨,知觉已然丧失;然而伯里克利却一直凝神倾听着这一切,他当众开口说道,他感到奇怪的是,他们所赞誉和铭记于他的,乃是兼由机运而成、且已有许多将军实现过的功绩,而最美好、最伟大的事情他们却只字不提。 “因为,”他说,“现存的雅典人中,没有一个曾因我而披上过黑色的丧衣。”
- 38.1διαχρωμένην τὸ σῶμα σχολαίως καὶ ὑπερείπουσαν
阴性宾格分词 διαχρωμένην 与 ὑπερείπουσαν 在语法上与前面的同族宾格/同位宾格 λαβήν(攫取、侵袭)保持一致,而非修饰阳性主语 ὁ λοιμός(瘟疫)或属格 τοῦ Περικλέους。句法上表达的是这一病痛的“侵袭方式”在缓慢销蚀肉体并摧毁心智。
- 38.2ὁπότε καὶ ταύτην ὑπομένοι τὴν ἀβελτερίαν
连词 ὁπότε 后接希求法动词 ὑπομένοι,在历史时态的间接引语从句中表示主观原因(“既然他甚至容忍了此等愚蠢的事”),反映了伯里克利对自己病入膏肓的自我判定与陈述。
- 38.4καθῃρημένου τὴν αἴσθησιν αὐτοῦ
此句属于由 ὡς 引导的属格独立结构(ὡς οὐκέτι συνιέντος, ἀλλὰ καθῃρημένου ... αὐτοῦ)的一部分。针对完成时分词 καθῃρημένου,宾格 τὴν αἴσθησιν 既可视为表示限定/关涉的宾格(“在知觉方面已被剥夺”),亦可视为中动语态分词支配的直接宾语(“丧失了知觉”)。
