- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:39.1-39.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞美伯里克利执政时的温厚品性与绝不因私愤用权的气魄,阐明“奥林匹斯人”称号之合宜,并记述其逝世后雅典人面对政局恶化时对他的深切怀念。
θαυμαστὸς οὖν ὁ ἀνὴρ οὐ μόνον τῆς ἐπιεικείας καὶ πρᾳότητος, ἣν ἐν πράγμασι πολλοῖς καὶ μεγάλαις ἀπεχθείαις διετήρησεν, ἀλλὰ καὶ τοῦ φρονήματος, εἰ τῶν αὑτοῦ καλῶν ἡγεῖτο βέλτιστον εἶναι1 τὸ μήτε φθόνῳ μήτε θυμῷ χαρίσασθαι μηδὲν ἀπὸ τηλικαύτης δυνάμεως, μηδὲ χρήσασθαί τινι τῶν ἐχθρῶν ὡς ἀνηκέστῳ.
因此,此人不仅因其在纷繁事务与极深怨恨之中始终保持的宽大与温和而令人赞叹,也因其气度的高尚而令人钦佩——如果他确实将自身诸多美德中最善者视为:手握如此巨大的权柄,却从未因嫉妒或愤怒而妄用分毫,亦未曾将任何敌人视作无可挽回的仇寇。
καί μοι δοκεῖ τὴν μειρακιώδη καὶ σοβαρὰν ἐκείνην προσωνυμίαν ἓν τοῦτο ποιεῖν ἀνεπίφθονον καὶ πρέπουσαν,2 οὕτως εὐμενὲς ἦθος καὶ βίον ἐν ἐξουσίᾳ καθαρὸν καὶ ἀμίαντον Ὀλύμπιον προσαγορεύεσθαι, καθάπερ τὸ τῶν θεῶν γένος ἀξιοῦμεν αἴτιον μὲν ἀγαθῶν, ἀναίτιον δὲ κακῶν πεφυκὸς ἄρχειν καὶ βασιλεύειν τῶν ὄντων, οὐχ ὥσπερ οἱ ποιηταὶ συνταράττοντες ἡμᾶς ἀμαθεστάταις δόξαις ἁλίσκονται τοῖς αὑτῶν μυθεύμασι, τὸν μὲν τόπον, ἐν ᾧ τοὺς θεοὺς κατοικεῖν λέγουσιν, ἀσφαλὲς ἕδος καὶ ἀσάλευτον καλοῦντες, οὐ πνεύμασιν, οὐ νέφεσι χρώμενον, ἀλλʼ αἴθρᾳ μαλακῇ καὶ φωτὶ καθαρωτάτῳ τὸν ἅπαντα χρόνον ὁμαλῶς περιλαμπόμενον, ὡς τοιαύτης τινὸς τῷ μακαρίῳ καὶ ἀθανάτῳ διαγωγῆς μάλιστα πρεπούσης, αὐτοὺς δὲ τοὺς θεοὺς ταραχῆς καὶ δυσμενείας καὶ ὀργῆς ἄλλων τε μεστοὺς παθῶν ἀποφαίνοντες οὐδʼ ἀνθρώποις νοῦν ἔχουσι προσηκόντων. ἀλλὰ ταῦτα μὲν ἴσως ἑτέρας δόξει πραγματείας εἶναι.
在我看来,正是这一桩实情,使得那个年少轻狂、矜傲不凡的绰号变得无可指摘且极为得体——一种如此仁厚的心性,以及在权柄之中纯洁无瑕的生活,竟被称为“奥林匹斯人”;正如我们认定神明一族本性便是善因而非恶由,生来便当统领并统治万物一样,而不像那些用至愚之见搅扰我们、反被自身神话所困陷的诗人们。诗人们一方面称神明居住之地为安稳不动之居所,不经风雨,不染阴云,唯有柔和的晴朗与至纯的光芒始终均匀朗照,仿佛此等生活最配得上至福与不朽的存在;另一方面,他们却将诸神本身描绘成充满动乱、怨恨、狂怒及其他种种连明理之人都不屑有的激情。然而这些事情,或许当属于另一番探讨。
τοῦ δὲ Περικλέους3 ταχεῖαν αἴσθησιν καὶ σαφῆ πόθον Ἀθηναίοις ἐνειργάζετο τὰ πράγματα. καὶ γὰρ οἱ ζῶντος βαρυνόμενοι τὴν δύναμιν ὡς ἀμαυροῦσαν αὐτούς, εὐθὺς ἐκ ποδῶν γενομένου πειρώμενοι ῥητόρων καὶ δημαγωγῶν ἑτέρων ἀνωμολογοῦντο μετριώτερον ἐν ὄγκῳ καὶ σεμνότερον ἐν πρᾳότητι μὴ φῦναι τρόπον·
但是,时局的发展很快便让雅典人切身体会到失去伯里克利的痛苦,并对他产生了无可置疑的怀念。因为即便是在他生前因其威权令自己黯然失色而心怀怨怼之人,在他逝世之后立刻尝试了其他演说家与民众领袖,也不得不一致承认:再也没有一种品性格调能在尊严中如此节制,在温厚中如此庄严。
ἡ δʼ ἐπίφθονος ἰσχὺς ἐκείνη, μοναρχία λεγομένη καὶ τυραννὶς πρότερον, ἐφάνη τότε σωτήριον ἔρυμα τῆς πολιτείας γενομένη·4 τοσαύτη φθορὰ καὶ πλῆθος ἐπέκειτο κακίας τοῖς πράγμασιν, ἣν ἐκεῖνος ἀσθενῆ καὶ ταπεινὴν ποιῶν ἀπέκρυπτε καὶ κατεκώλυεν ἀνήκεστον ἐν ἐξουσίᾳ γενέσθαι.
而那一股昔日被称为君主独裁与僭主统治而招致怨恨的强大力量,此时方显出原是城邦的救命屏障;因为彼时政局上正积压着何等深重的衰败与大量恶行,他使其软弱卑微而隐没不彰,并加以遏制,才未使其凭借权势而泛滥至不可救药的地步。
- 39.1εἰ τῶν αὑτοῦ καλῶν ἡγεῖτο βέλτιστον εἶναι
接在表示赞叹的形容词(θαυμαστός)之后的 εἰ 从句,在此引出评价的实质依据(“鉴于/既然他认为……”或“若他确实将……视为”),而非纯粹的假设或虚拟条件,呼应前章末尾伯里克利临终时的自白。
- 39.2ἓν τοῦτο ποιεῖν ἀνεπίφθονον καὶ πρέπουσαν
ποιεῖν 引导的双重宾格结构:ἓν τοῦτο 为不定词的宾格主语,τὴν... προσωνυμίαν 为直接宾语,ἀνεπίφθονον καὶ πρέπουσαν 为宾语补足语。其后由不定词构成的短语 οὕτως εὐμενὲς ἦθος... προσαγορεύεσθαι 则是 ἓν τοῦτο 的同位语,具体解释“这唯一的事实”指的是什么。
- 39.4τοῦ δὲ Περικλέους
置于句首的属格 τοῦ δὲ Περικλέους 是宾格性属格,同时修饰动词 ἐνειργάζετο 的两个宾语 αἴσθησιν 与 πόθον(即“对失去伯里克利的体会”与“对伯里克利的思念”)。此处的语序倒置(hyperbaton)起到了在全句开头突出焦点的修辞效果。
- 39.5ἐφάνη τότε σωτήριον ἔρυμα τῆς πολιτείας γενομένη
动词 ἐφάνη 与补充成分分词 γενομένη 连用,表示“经证实确曾是/显明原是”(区别于 φαίνομαι 接不定词表示“表面看起来似乎”)。其主语为前面的 ἡ δʼ ἐπίφθονος ἰσχὺς ἐκείνη。
