← 普鲁塔克

伯里克利传

§37.1-37.5

伯里克利复权与私生子入籍

伯里克利在雅典民众的恳求下重掌大权,并请求宽免自己早年制定的私生子公民权律法;民众因同情其家庭厄运而准其私生子继承家名,记述亦提及该子后来的命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

τῆς δὲ πόλεως πειρωμένης τῶν ἄλλων στρατηγῶν εἰς τὸν πόλεμον καὶ ῥητόρων, ὡς δʼ οὐδεὶς βάρος ἔχων ἰσόρροπον οὐδʼ ἀξίωμα πρὸς τοσαύτην ἐχέγγυον ἡγεμονίαν ἐφαίνετο,1 ποθούσης ἐκεῖνον καὶ καλούσης ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον, ἀθυμῶν καὶ κείμενος οἴκοι διὰ τὸ πένθος ὑπʼ Ἀλκιβιάδου καὶ τῶν ἄλλων ἐπείσθη φίλων προελθεῖν.

城邦在战事中尝试了其他将军和演说家,却发现无人拥有与伯里克利相当的分量,亦无足够胜任如此大统的威信;于是众人渴望他归来,呼唤他重返演说台与统帅官邸。伯里克利因居丧而心灰意冷、闭门不出,最终在阿尔基比亚德和其他友人的劝说下,才答应重返公众面前。

§37.2

ἀπολογησαμένου δὲ τοῦ δήμου τὴν ἀγνωμοσύνην πρὸς αὐτόν,2 ὑποδεξάμενος αὖθις τὰ πράγματα καὶ στρατηγὸς αἱρεθεὶς ᾐτήσατο λυθῆναι τὸν περὶ τῶν νόθων νόμον, ὃν αὐτὸς εἰσενηνόχει πρότερον, ὡς μὴ παντάπασιν ἐρημίᾳ διαδοχῆς τὸν οἶκον ἐκλίποι τοὔνομα καὶ τὸ γένος.

当民众为先前对他的不仁向他赔罪道歉后,他重新执掌大政,并再次被选为将军。此时他请求废除早先由他自己提出的关于私生子的法律,以免因绝嗣而使家族的声名与血脉彻底断绝。

§37.3

εἶχε δʼ οὕτω τὰ περὶ τὸν νόμον. ἀκμάζων ὁ Περικλῆς ἐν τῇ πολιτείᾳ πρὸ πάνυ πολλῶν χρόνων, καὶ παῖδας ἔχων, ὥσπερ εἴρηται, γνησίους, νόμον ἔγραψε μόνους Ἀθηναίους εἶναι τοὺς ἐκ δυεῖν Ἀθηναίων γεγονότας. ἐπεὶ δὲ τοῦ βασιλέως τῶν Αἰγυπτίων δωρεὰν τῷ δήμῳ πέμψαντος τετρακισμυρίους πυρῶν μεδίμνους ἔδει διανέμεσθαι τοὺς πολίτας, πολλαὶ μὲν ἀνεφύοντο δίκαι τοῖς νόθοις ἐκ τοῦ γράμματος ἐκείνου τέως διαλανθάνουσι καὶ παρορωμένοις, πολλοὶ δὲ καὶ συκοφαντήμασι περιέπιπτον.

关于该法的始末如下。很多年以前,正值伯里克利在国政上处于鼎盛之时,且如前文所述他当时育有嫡子,他便制定法律,规定唯有双亲皆为雅典人者方可成为雅典公民。及至后来埃及国王向雅典民众赠送了四万美狄姆诺斯的小麦,市民需要依规分配,依据那一律令条文,针对那些此前一直隐瞒并被忽视的私生子,遂兴起了无数诉讼,许多人亦遭到诬告陷害。

§37.4

ἐπράθησαν δʼ οὖν ἁλόντες ὀλίγῳ πεντακισχιλίων ἐλάττους, οἱ δὲ μείναντες ἐν τῇ πολιτείᾳ καὶ κριθέντες Ἀθηναῖοι μύριοι καὶ τετρακισχίλιοι καὶ τεσσαράκοντα τὸ πλῆθος ἐξητάσθησαν.

结果,罪名成立而被变卖为奴者略少于五千人,而保住公民权并被裁定为雅典人者,经核实总共有一万四千零四十人。

§37.5

ὄντος οὖν δεινοῦ τὸν κατὰ τοσούτων ἰσχύσαντα νόμον ὑπʼ αὐτοῦ πάλιν λυθῆναι τοῦ γράψαντος,3 ἡ παροῦσα δυστυχία τῷ Περικλεῖ περὶ τὸν οἶκον, ὡς δίκην τινὰ δεδωκότι τῆς ὑπεροψίας καὶ τῆς μεγαλαυχίας ἐκείνης,4 ἐπέκλασε τοὺς Ἀθηναίους, καὶ δόξαντες αὐτὸν νεμεσητά τε παθεῖν ἀνθρωπίνων τε δεῖσθαι5 συνεχώρησαν ἀπογράψασθαι τὸν νόθον εἰς τοὺς φράτορας, ὄνομα θέμενον τὸ αὑτοῦ. καὶ τοῦτον μὲν ὕστερον ἐν Ἀργινούσαις καταναυμαχήσαντα Πελοποννησίους ἀπέκτεινεν ὁ δῆμος μετὰ τῶν συστρατήγων.

因此,原本向如此众多之人施加效力的法律,竟又由制定者本人废止,这固然令人难以接受;然而,伯里克利家中所遭遇的现实厄运,仿佛是他为当年的傲慢与骄横偿清了罪责一般,感化折服了雅典人。他们认为他遭受了招致神罚的苦难,需要人世间的同情,遂准许他将那个私生子以自己的名字登记入同族会簿册。而正是这个儿子,后来在阿吉纽西海战中击溃伯罗奔尼撒人后,却与其他同僚将军一同被民众处死。

语法注5 条
  1. 37.1ὡς δʼ οὐδεὶς βάρος ἔχων ἰσόρροπον οὐδʼ ἀξίωμα πρὸς τοσαύτην ἐχέγγυον ἡγεμονίαν ἐφαίνετο

    此由 ὡς 引导的原因从句被嵌入在属格绝对结构(τῆς δὲ πόλεως πειρωμένης... ποθούσης καὶ καλούσης)之中。句中的 δέ 起到在插入成分中转换语气或与 πειρωμένης 形成轻微对比的作用(即“城邦虽做了尝试,但见无人可与之匹敌,因而……”)。

  2. 37.2ἀπολογησαμένου δὲ τοῦ δήμου τὴν ἀγνωμοσύνην πρὸς αὐτόν

    动词 ἀπολογέομαι 带宾格宾语(τὴν ἀγνωμοσύνην)。此处从常见的“为某事辩护”引申为及物用法,意为“就自身的薄情/不近情理向其致歉、道歉”。

  3. 37.5ὄντος οὖν δεινοῦ τὸν κατὰ τοσούτων ἰσχύσαντα νόμον ὑπʼ αὐτοῦ πάλιν λυθῆναι τοῦ γράψαντος

    此句为无人称形容词句式(δεινόν ἐστιν)转化为属格绝对结构(ὄντος δεινοῦ),由带宾格的不定词短语(τὸν... νόμον... λυθῆναι)充当其逻辑主语。在语义上相对于后文的主句(ἡ παροῦσα δυστυχία... ἐπέκλασε τοὺς Ἀθηναίους)具有让步关系(“……固然令人难以接受,然而当下的厄运却软化了雅典人”)。

  4. 37.5ὡς δίκην τινὰ δεδωκότι τῆς ὑπεροψίας καὶ τῆς μεγαλαυχίας ἐκείνης

    连词 ὡς 与完成时与格分词 δεδωκότι 搭配,修饰前文的与格 τῷ Περικλεῖ,表示雅典民众的主观看法或评判(“视其为已为先前的傲慢与虚骄付出了代价之人”)。

  5. 37.5δόξαντες αὐτὸν νεμεσητά τε παθεῖν ἀνθρωπίνων τε δεῖσθαι

    主格分词 δόξαντες 与后文定式动词 συνεχώρησαν 的主语(承接前一分句宾语 τοὺς Ἀθηναίους 的雅典人)一致。νεμεσητά(“招致神怒之报应者/理当引起义愤与悲悯之灾祸”)作不定词 παθεῖν 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:37.1-37.5