- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:36.1-36.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
公愤渐平之际,伯里克利却遭遇了长子克桑提普斯的家门反目与瘟疫夺去多位至亲的惨祸,并在失去最后一个嫡子帕拉卢斯时终于难以自持而恸哭。
τὰ μὲν οὖν δημόσια ταχέως ἔμελλε παύσεσθαι, καθάπερ κέντρον εἰς τοῦτον ἅμα πληγῇ τὸν θυμὸν ἀφεικότων τῶν πολλῶν·1 τὰ δʼ οἰκεῖα μοχθηρῶς εἶχεν αὐτῷ κατά τε τὸν λοιμὸν οὐκ ὀλίγους ἀποβαλόντι τῶν ἐπιτηδείων καὶ στάσει διατεταραγμένα πόρρωθεν. ὁ γὰρ πρεσβύτατος αὐτοῦ τῶν γνησίων υἱῶν Ξάνθιππος φύσει τε δαπανηρὸς ὢν καὶ γυναικὶ νέᾳ καὶ πολυτελεῖ συνοικῶν, Τισάνδρου θυγατρὶ τοῦ Ἐπιλύκου, χαλεπῶς ἔφερε τὴν τοῦ πατρὸς ἀκρίβειαν γλίσχρα καὶ κατὰ μικρὸν αὐτῷ χορηγοῦντος.
公事的风波很快便将止息,民众仿佛把毒刺随同这一击留在伯里克利身上一般,一并宣泄了怒气;但他的家事却陷入了悲惨的境地,他不仅在瘟疫中失去了不少亲密之人,家中更早已被内讧所扰乱。原来,他的嫡长子克桑提普斯生性挥霍,且迎娶了厄庇吕科斯之子提桑德罗斯之女为妻,妻子年轻而奢靡,因而他对父亲的严苛节俭深感不满,因为父亲接济他时总是吝啬而微少。
πέμψας οὖν πρός τινα τῶν φίλων ἔλαβεν ἀργύριον ὡς τοῦ Περικλέους κελεύσαντος. ἐκείνου δʼ ὕστερον ἀπαιτοῦντος, ὁ μὲν Περικλῆς καὶ δίκην αὐτῷ προσέλαχε,2 τὸ δὲ μειράκιον ὁ Ξάνθιππος ἐπὶ τούτῳ χαλεπῶς διατεθεὶς ἐλοιδόρει τὸν πατέρα, πρῶτον μὲν ἐκφέρων ἐπὶ γέλωτι τὰς οἴκοι διατριβὰς αὐτοῦ καὶ τοὺς λόγους οὓς ἐποιεῖτο μετὰ τῶν σοφιστῶν.
于是,他派人前往一位朋友处,以伯里克利下令为由借取银钱。及至后来那位朋友要求偿还时,伯里克利竟然还向其提起诉讼;克桑提普斯这年轻人为此大动肝火,开始诋毁其父,首先将父亲在家的起居与同智者们的交谈作为笑料公之于众。
πεντάθλου γάρ τινος ἀκοντίῳ πατάξαντος Ἐπίτιμον τὸν Φαρσάλιον ἀκουσίως καὶ κατακτείναντος, ἡμέραν ὅλην ἀναλῶσαι μετὰ Πρωταγόρου διαποροῦντα3 πότερον τὸ ἀκόντιον ἢ τὸν βαλόντα μᾶλλον ἢ τοὺς ἀγωνοθέτας κατὰ τὸν ὀρθότατον λόγον αἰτίους χρὴ τοῦ πάθους ἡγεῖσθαι. πρὸς δὲ τούτοις καὶ τὴν περὶ τῆς γυναικὸς διαβολὴν ὑπὸ τοῦ Ξανθίππου φησὶν ὁ Στησίμβροτος εἰς τοὺς πολλοὺς διασπαρῆναι, καὶ ὅλως ἀνήκεστον ἄχρι τῆς τελευτῆς τῷ νεανίσκῳ πρὸς τὸν πατέρα παραμεῖναι τὴν διαφοράν· ἀπέθανε γὰρ ὁ Ξάνθιππος ἐν τῷ λοιμῷ νοσήσας.
据说,曾有一名五项全能运动员用标枪误中法萨卢斯的埃庇提穆斯并致其死亡,伯里克利便同普罗泰戈拉耗费一整天的时间探讨,依最严密的正理究竟应当将标枪、投枪者抑或是赛会的主持者视为这桩惨剧的祸首。除此以外,斯忒辛布洛托斯还声称,关于其妻的诽谤之词也是由克桑提普斯散布到众人之中的,而且这位年轻人与其父的分歧直到去世都完全不可化解;因为克桑提普斯染上瘟疫身亡了。
ἀπέβαλε δὲ καὶ τὴν ἀδελφὴν ὁ Περικλῆς τότε καὶ τῶν κηδεστῶν καὶ φίλων τοὺς πλείστους καὶ χρησιμωτάτους πρὸς τὴν πολιτείαν. οὐ μὴν ἀπεῖπεν οὐδὲ προὔδωκε τὸ φρόνημα καὶ τὸ μέγεθος τῆς ψυχῆς ὑπὸ τῶν συμφορῶν, ἀλλʼ οὐδὲ κλαίων οὐδὲ κηδεύων οὐδὲ πρὸς τάφῳ τινὸς ὤφθη τῶν ἀναγκαίων, πρίν γε δὴ καὶ τὸν περίλοιπον αὑτοῦ τῶν γνησίων υἱῶν ἀποβαλεῖν Πάραλον.
当时伯里克利还失去了胞妹,以及大部分姻亲与朋友,即那些对国家政治最有用的人。然而,他在苦难面前并未屈服,也未曾背弃胸襟的崇高与灵魂的伟大;相反,人们甚至没有看见他痛哭、治丧或伫立在任何亲人的墓前,直到他最后失去了仅存的嫡子帕拉卢斯。
ἐπὶ τούτῳ δὲ καμφθεὶς ἐπειρᾶτο μὲν ἐγκαρτερεῖν τῷ ἤθει καὶ διαφυλάττειν τὸ μεγαλόψυχον, ἐπιφέρων δὲ τῷ νεκρῷ στέφανον ἡττήθη τοῦ πάθους πρὸς τὴν ὄψιν, ὥστε κλαυθμόν τε ῥῆξαι καὶ πλῆθος ἐκχέαι δακρύων, οὐδέποτε τοιοῦτον οὐδὲν ἐν τῷ λοιπῷ βίῳ πεποιηκώς.
遭此打击,伯里克利虽为之折服,仍试图坚持原有的气概,坚守其宽宏大度;但在给遗体献上花冠时,目睹此情此景,他终于被悲痛所征服,以致号啕大哭,泪如泉涌——这在他此前的整个人生中是绝无仅有的。
- 36.1καθάπερ κέντρον εἰς τοῦτον ἅμα πληγῇ τὸν θυμὸν ἀφεικότων τῶν πολλῶν
基于蜜蜂蜇人时连同毒刺(κέντρον)一并留下的习性所作比喻的独立属格结构。ἅμα πληγῇ 意为“在一击之下的同时”。此处形象地描述了大众(οἱ πολλοί)在施加了一次罚金打击的同时,便如射出毒刺般宣泄尽了自身的怒火(θυμός)。
- 36.2ὁ μὲν Περικλῆς καὶ δίκην αὐτῷ προσέλαχε
与格 αὐτῷ 指代前文属格独立结构中的 ἐκείνου(借出款项并索还的朋友)。这表明伯里克利并非起诉借钱的儿子,而是竟向那位前来讨债的“朋友”提起了诉讼(προσέλαχε δίκην);正是由于这一举动,克桑提普斯才大为激怒。
- 36.3ἡμέραν ὅλην ἀναλῶσαι μετὰ Πρωταγόρου διαποροῦντα
不定词 ἀναλῶσαι 是间接引语,承接前文克桑提普斯散布的闲话内容(ἐκφέρων)。该不定词在语义上的主语是省略的宾格伯里克利,分词 διαποροῦντα(探讨着)在阳性单数宾格上与之保持一致。
