- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:35.1-35.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伯里克利统领庞大舰队出征,在启航前发生日食之际以斗篷遮眼开导惊恐的舵手;然而远征因疫病爆发而受挫,愤怒的雅典人随即剥夺其将军之职并课以罚款。
ταῦτα βουλόμενος ἰᾶσθαι καί τι παραλυπεῖν τοὺς πολεμίους, ἑκατὸν καὶ πεντήκοντα ναῦς ἐπλήρου, καὶ πολλοὺς καὶ ἀγαθοὺς ὁπλίτας καὶ ἱππέας ἀναβιβασάμενος ἔμελλεν ἀνάγεσθαι, μεγάλην ἐλπίδα τοῖς πολίταις καὶ φόβον οὐκ ἐλάττω τοῖς πολεμίοις ἀπὸ τοσαύτης ἰσχύος παρασχών. ἤδη δὲ πεπληρωμένων τῶν νεῶν καὶ τοῦ Περικλέους ἀναβεβηκότος ἐπὶ τὴν ἑαυτοῦ τριήρη τὸν μὲν ἥλιον ἐκλιπεῖν συνέβη καὶ γενέσθαι σκότος, ἐκπλαγῆναι δὲ πάντας1 ὡς πρὸς μέγα σημεῖον.
为了医治这些祸患,同时给敌人造成一些打击,他装备了一百五十艘战船,并让许多精锐的重装步兵与骑兵登船,正准备启航,凭借如此雄厚的军力给公民带来了巨大的希望,也给敌人造成了同样巨大的恐惧。然而,就在战船已经满员、伯里克利也已登上自己的三列桨座战船时,不料日食发生,天地昏暗,众人都大为惊骇,视之为重大凶兆。
ὁρῶν οὖν ὁ Περικλῆς περίφοβον τὸν κυβερνήτην καὶ διηπορημένον, ἀνέσχε τὴν χλαμύδα πρὸ τῶν ὄψεων αὐτοῦ, καὶ παρακαλύψας ἠρώτησε μή τι δεινὸν ἢ δεινοῦ τινος οἴεται σημεῖον·2 ὡς δʼ οὐκ ἔφη, τί οὖν, εἶπεν, ἐκεῖνο τούτου διαφέρει, πλὴν ὅτι μεῖζόν τι τῆς χλαμύδος ἐστὶ τὸ πεποιηκὸς τὴν ἐπισκότησιν; ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς λέγεται τῶν φιλοσόφων.
于是,伯里克利见舵手惊恐万状、不知所措,便将自己的短斗篷举到舵手的眼前,遮住他的视线后问道,他是否认为这是一件可怕的事,抑或是什么可怕之事的征兆?当舵手表示并非如此时,“那么,”伯里克利说,“除了造成遮蔽的是比这件短斗篷更大的某物之外,那一现象与这一现象究竟有何不同呢?” 这件事情乃是哲学家们在学园中所讲述的。
ἐκπλεύσας δʼ οὖν ὁ Περικλῆς οὔτʼ ἄλλο τι δοκεῖ τῆς παρασκευῆς ἄξιον δρᾶσαι, πολιορκήσας τε τὴν ἱερὰν Ἐπίδαυρον ἐλπίδα παρασχοῦσαν ὡς ἁλωσομένην ἀπέτυχε διὰ τὴν νόσον. ἐπιγενομένη γὰρ οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν τῇ στρατιᾷ συμμίξαντας προσδιέφθειρεν. ἐκ τούτου χαλεπῶς διακειμένους τοὺς Ἀθηναίους πρὸς αὐτὸν ἐπειρᾶτο παρηγορεῖν καὶ ἀναθαρρύνειν.
然而,伯里克利出航之后,似乎并没有做出其他任何配得上如此庞大整备的行动;他包围了本有希望攻克的圣城埃庇达鲁斯,却因疫病而功败垂成。因为疫病骤然降临,不仅吞噬了将士自身,也夺去了以任何方式与这支军队发生接触之人的性命。为此,雅典人对他极度愤恨,而伯里克利则竭力加以抚慰并提振士气。
οὐ μὴν παρέλυσε τὴν ὀργὴν οὐδὲ μετέπεισε πρότερον ἢ τὰς ψήφους λαβόντας ἐπʼ αὐτὸν εἰς τὰς χεῖρας καὶ γενομένους κυρίους ἀφελέσθαι τὴν στρατηγίαν καὶ ζημιῶσαι χρήμασιν,3 ὧν ἀριθμὸν οἱ τὸν ἐλάχιστον πεντεκαίδεκα τάλαντα, πεντήκοντα δʼ οἱ τὸν πλεῖστον γράφουσιν.4 ἐπεγράφη δὲ τῇ δίκῃ κατήγορος, ὡς μὲν Ἰδομενεὺς λέγει, Κλέων, ὡς δὲ Θεόφραστος, Σιμμίας· ὁ δὲ Ποντικὸς Ἡρακλείδης Λακρατίδαν εἴρηκε.
然而,在雅典人将针对他的投票石握入手中、主导局势并剥夺其将军职务、处以罚金之前,他未能消解他们的愤怒,也未能改变他们的心意;关于罚金的数额,记录最少者写为十五塔兰同,最多者写为五十塔兰同。在这场诉讼中登记为起诉人的,据伊多墨纽斯说是克里昂,据泰奥弗拉斯托斯说是西米亚斯,而蓬托斯的赫拉克利德斯则记载为拉克拉提达斯。
- 35.1τὸν μὲν ἥλιον ἐκλιπεῖν συνέβη καὶ γενέσθαι σκότος, ἐκπλαγῆναι δὲ πάντας
三个带有主格意义的宾格加不定式短语(τὸν μὲν ἥλιον ἐκλιπεῖν、γενέσθαι σκότος 以及 ἐκπλαγῆναι δὲ πάντας)并列充当无人称动词 συνέβη 的主语。前两者描述日食发生与暗下来的天象本身,第三者则表示随之而来众人的惊骇反应。
- 35.2μή τι δεινὸν ἢ δεινοῦ τινος οἴεται σημεῖον
小词 μή 引出间接疑问从句,带有担忧或期待否定回答的语气(“是否觉得是什么可怕的事……”)。紧随其后的 ὡς δʼ οὐκ ἔφη(当他回答说不是时)印证了正如所料得到的是否定的答复。
- 35.4οὐ μὴν παρέλυσε τὴν ὀργὴν οὐδὲ μετέπεισε πρότερον ἢ τὰς ψήφους λαβόντας ἐπʼ αὐτὸν εἰς τὰς χεῖρας καὶ γενομένους κυρίους ἀφελέσθαι τὴν στρατηγίαν καὶ ζημιῶσαι χρήμασιν
伴随否定词的 πρότερον ἤ 句式(“直到……才……” / “在……之前未能……”)。后续的不定式 ἀφελέσθαι 和 ζημιῶσαι 其逻辑主语由宾格分词 λαβόντας 与 γενομένους 承担,指代作为主要动词隐含宾语的雅典民众。
- 35.4ὧν ἀριθμὸν οἱ τὸν ἐλάχιστον πεντεκαίδεκα τάλαντα, πεντήκοντα δʼ οἱ τὸν πλεῖστον γράφουσιν
关系代词 ὧν 是指代先行词 χρήμασιν(罚金)的部分属格。在关系从句内部,单一谓语动词 γράφουσιν 统摄两个形成对比的主语结构(省略了分词):οἱ τὸν ἐλάχιστον 与 οἱ τὸν πλεῖστον;数额 πεντεκαίδεκα τάλαντα 和 πεντήκοντα 则与宾格 ἀριθμόν 构成同位语关系。
