← 普鲁塔克

伯里克利传

§34.1-34.4

雅典的反击与瘟疫的爆发

伯里克利默默忍受民众的指责,通过海上袭扰和入侵墨伽拉打击敌军,并以埃癸娜分地等举措安抚雅典人;然而随后爆发的瘟疫重创城邦,被困在逼仄环境中的民众将怒火全面转向了伯里克利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

πλὴν ὑπʼ οὐδενὸς ἐκινήθη τῶν τοιούτων ὁ Περικλῆς, ἀλλὰ πρᾴως καὶ σιωπῇ τὴν ἀδοξίαν καὶ τὴν ἀπέχθειαν ὑφιστάμενος, καὶ νεῶν ἑκατὸν ἐπὶ τὴν Πελοπόννησον στόλον ἐκπέμπων αὐτὸς οὐ συνεξέπλευσεν, ἀλλʼ ἔμεινεν οἰκουρῶν καὶ διὰ χειρὸς ἔχων τὴν πόλιν, ἕως ἀπηλλάγησαν οἱ Πελοποννήσιοι. θεραπεύων δὲ τοὺς πολλοὺς ὅμως ἀσχάλλοντας ἐπὶ τῷ πολέμῳ, διανομαῖς τε χρημάτων ἀνελάμβανε καὶ κληρουχίας ἔγραφεν· Αἰγινήτας γὰρ ἐξελάσας ἅπαντας διένειμε τὴν νῆσον Ἀθηναίων τοῖς λαχοῦσιν. ἦν δέ τις παρηγορία καὶ ἀφʼ ὧν ἔπασχον οἱ πολέμιοι.

然而,伯里克利并没有被这些事情中的任何一件所动摇,而是平静而沉默地忍受着声名狼藉与怨恨。他虽派出由百艘战船组成的舰队远征伯罗奔尼撒,自己却没有随军出航,而是留守城中,稳掌城邦大局,直到伯罗奔尼撒人撤军。不过,为了安抚因战事而心怀郁结的民众,他以发放钱财来振作他们的士气,并提议分配领地:因为他将埃癸娜人全部驱逐出境后,把该岛分给了中签的雅典人。此外,从敌人所遭受的痛苦中,他们也得到了某种慰藉。

§34.2

καὶ γὰρ οἱ περιπλέοντες τὴν Πελοπόννησον χώραν τε πολλὴν κώμας τε καὶ πόλεις μικρὰς διεπόρθησαν, καὶ κατὰ γῆν αὐτὸς ἐμβαλὼν εἰς τὴν Μεγαρικὴν ἔφθειρε πᾶσαν. ᾗ καὶ δῆλον ἦν ὅτι πολλὰ μὲν δρῶντες κατὰ γῆν κακὰ τοὺς Ἀθηναίους, πολλὰ δὲ πάσχοντες ὑπʼ ἐκείνων ἐκ θαλάττης, οὐκ ἂν εἰς μῆκος πολέμου τοσοῦτον προὔβησαν, ἀλλὰ ταχέως ἀπεῖπον, ὥσπερ ἐξ ἀρχῆς ὁ Περικλῆς προηγόρευσεν, εἰ μή τι δαιμόνιον ὑπηναντιώθη τοῖς ἀνθρωπίνοις λογισμοῖς.1

因为环航伯罗奔尼撒的舰队蹂躏了大片土地、村庄以及小城镇,伯里克利本人也由陆路进军墨伽拉地区,将其彻底摧毁。由此显而易见的是,敌人虽然在陆地上给雅典人造成了诸多苦难,但自身在海上也遭受了来自雅典人的巨大打击,若非有某种神意与人力的算计作对,他们绝不可能将战争拖延到如此之久,而会迅速罢手放弃,正如伯里克利最初所预言的那样。

§34.3

νῦν δὲ πρῶτον μὲν ἡ λοιμώδης ἐνέπεσε φθορὰ καὶ κατενεμήθη τὴν ἀκμάζουσαν ἡλικίαν καὶ δύναμιν· ὑφʼ ἧς καὶ τὰ σώματα κακούμενοι καὶ τὰς ψυχὰς παντάπασιν ἠγριώθησαν πρὸς τὸν Περικλέα, καὶ καθάπερ ἰατρὸν ἢ πατέρα τῇ νόσῳ παραφρονήσαντες ἀδικεῖν ἐπεχείρησαν, ἀναπεισθέντες ὑπὸ τῶν ἐχθρῶν ὡς τὴν μὲν νόσον ἡ τοῦ χωριτικοῦ πλήθους εἰς τὸ ἄστυ συμφόρησις ἀπεργάζεται, θέρους ὥρᾳ πολλῶν ὁμοῦ χύδην ἐν οἰκήμασι μικροῖς καὶ σκηνώμασι πνιγηροῖς ἠναγκασμένων διαιτᾶσθαι δίαιταν οἰκουρὸν καὶ ἀργὴν ἀντὶ καθαρᾶς καὶ ἀναπεπταμένης τῆς πρότερον, τούτου δʼ αἴτιος ὁ τῷ πολέμῳ τὸν ἀπὸ τῆς χώρας ὄχλον εἰς τὰ τείχη καταχεάμενος2 καὶ πρὸς οὐδὲν ἀνθρώποις τοσούτοις χρώμενος, ἀλλʼ ἐῶν ὥσπερ βοσκήματα καθειργμένους ἀναπίμπλασθαι φθορᾶς ἀπʼ ἀλλήλων, καὶ μηδεμίαν μεταβολὴν μηδʼ ἀναψυχὴν ἐκπορίζων.

但事实上,首先是那场瘟疫般的灾难降临,吞噬了最强健的青春与兵力。遭受病痛折磨的身心使雅典人对伯里克利变得彻底狂暴,正如那些因病狂乱的人企图伤害医生或父亲一样,他们也试图加害于他,因为他们被政敌所说服,以为造成这场疾病的正是乡间民众拥入城内这一举动——在炎热的夏季,众人挤在狭小的房屋与闷热的棚舍中,被迫过着一种闭门幽居且无所事事的日子,而无法享有昔日那种洁净而开阔的生活;而造成这一局面的罪魁祸首,正是那个因为战争将乡下人群倾注入城墙之内的人,他不将这么多人用于任何事,反而任由他们像牲畜一样被圈禁起来、彼此传染毁灭,却不为他们提供任何改变或缓解的机会。

语法注2 条
  1. 34.2οὐκ ἂν εἰς μῆκος πολέμου τοσοῦτον προὔβησαν, ἀλλὰ ταχέως ἀπεῖπον, ὥσπερ ἐξ ἀρχῆς ὁ Περικλῆς προηγόρευσεν, εἰ μή τι δαιμόνιον ὑπηναντιώθη τοῖς ἀνθρωπίνοις λογισμοῖς

    与过去事实相反的虚拟条件句(反事实条件句)。归结句使用 ἄν 搭配不定过去时直陈式(οὐκ ἂν ... προὔβησαν, ἀλλὰ ... ἀπεῖπον),条件从句使用 εἰ 搭配不定过去时直陈式(εἰ μή τι δαιμόνιον ὑπηναντιώθη),表示“若非某种神圣力量与人类的谋划作对,他们绝不会……而早已……”。

  2. 34.4τούτου δʼ αἴτιος ὁ τῷ πολέμῳ τὸν ἀπὸ τῆς χώρας ὄχλον εἰς τὰ τείχη καταχεάμενος

    承接前文 ὡς 引导的间接引语的判断句,系动词 ἐστίν 被省略(即 τούτου δʼ αἴτιός [ἐστιν] ὁ ... καταχεάμενος)。意为“而此事的罪魁祸首正是那个把乡下人群倾注入城墙之内的人”,构成了政敌向民众灌输的指控内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:34.1-34.4