← 普鲁塔克

伯里克利传

§33.1-33.7

斯巴达入侵阿提卡与伯里克利的坚守

斯巴达人企图借库隆诅咒排挤伯里克利未果,遂大举入侵阿提卡诱其决战。伯里克利坚守防御方略,不召集公民大会,顶住朋友与政敌的指责、嘲讽及克里昂的攻讦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.1

οἱ δὲ Λακεδαιμόνιοι γινώσκοντες ὡς ἐκείνου καταλυθέντος εἰς πάντα μαλακωτέροις χρήσονται τοῖς Ἀθηναίοις, ἐκέλευον αὐτοὺς τὸ ἄγος ἐλαύνειν τὸ Κυλώνειον, ᾧ τὸ μητρόθεν γένος τοῦ Περικλέους ἔνοχον ἦν, ὡς Θουκυδίδης ἱστόρηκεν. ἡ δὲ πεῖρα περιέστη τοῖς πέμψασιν εἰς τοὐναντίον· ἀντὶ γὰρ ὑποψίας καὶ διαβολῆς ὁ Περικλῆς ἔτι μείζονα πίστιν ἔσχε καὶ τιμὴν παρὰ τοῖς πολίταις, ὡς μάλιστα μισούντων καὶ φοβουμένων ἐκεῖνον τῶν πολεμίων.

另一方面,拉刻代蒙人认识到,若罢黜伯里克利,雅典人在各方面都会变得更为顺从,于是要求他们驱逐“库隆的污秽”——正如修昔底德所记,伯里克利母系家族对此负有罪责。然而,这一尝试的结果却与发起者的意图相反:伯里克利非但没有受到嫌疑与诽谤,反而从公民那里获得了更大的信任与尊崇,因为这表明敌人最憎恨和畏惧的人正是他。

§33.2

διὸ καὶ πρὶν ἐμβαλεῖν εἰς τὴν Ἀττικὴν τὸν Ἀρχίδαμον ἔχοντα τοὺς Πελοποννησίους προεῖπε τοῖς Ἀθηναίοις, ἂν ἄρα τἆλλα δῃῶν ὁ Ἀρχίδαμος ἀπέχηται τῶν ἐκείνου διὰ τὴν ξενίαν τὴν οὖσαν αὐτοῖς, ἢ διαβολῆς τοῖς ἐχθροῖς ἐνδιδοὺς ἀφορμάς, ὅτι τῇ πόλει καὶ τὴν χώραν καὶ τὰς ἐπαύλεις ἐπιδίδωσιν.1

因此,在阿基达马斯率领伯罗奔尼撒人入侵阿提卡之前,伯里克利就预先向雅典人声明:如果阿基达马斯在蹂躏其余土地的同时,由于他们彼此之间的宾客私谊,或是为了向其政敌提供诽谤的口实,而避开不动他的庄园,他便将那些田地与庄舍全部捐献给城邦。

§33.3

ἐμβάλλουσιν οὖν εἰς τὴν Ἀττικὴν στρατῷ μεγάλῳ Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων, Ἀρχιδάμου τοῦ βασιλέως ἡγουμένου. καὶ δῃοῦντες τὴν χώραν προῆλθον εἰς Ἀχαρνὰς καὶ κατεστρατοπέδευσαν, ὡς τῶν Ἀθηναίων οὐκ ἀνεξομένων, ἀλλʼ ὑπʼ ὀργῆς καὶ φρονήματος διαμαχουμένων πρὸς αὐτούς.

于是,拉刻代蒙人与盟军在国王阿基达马斯率领下,以大军入侵阿提卡。他们一路蹂躏乡野,推进到阿卡奈并安营扎寨,意料雅典人绝难忍受,必会出于愤怒与自尊心而与他们决一死战。

§33.4

τῷ δὲ Περικλεῖ δεινὸν ἐφαίνετο πρὸς τοὺς ἑξακισμυρίους Πελοποννησίων καὶ Βοιωτῶν ὁπλίτας (τοσοῦτοι γὰρ ἦσαν οἱ τὸ πρῶτον ἐμβαλόντες) ὑπὲρ αὐτῆς τῆς πόλεως μάχην συνάψαι· τοὺς δὲ βουλομένους μάχεσθαι καὶ δυσπαθοῦντας πρὸς τὰ γινόμενα κατεπράϋνε, λέγων ὡς δένδρα μὲν τμηθέντα καὶ κοπέντα φύεται ταχέως, ἀνδρῶν δὲ διαφθαρέντων αὖθις τυχεῖν οὐ ῥᾴδιόν ἐστι.

然而在伯里克利看来,与伯罗奔尼撒人和维奥蒂亚人的六万重装步兵(初次入侵者便有如此之众)为了城邦本身的存亡而交战,是一件极其危险可怕之事;对于那些渴望迎战且对眼前发生的一切深感痛心的人,他安抚他们道:树木被砍削伐倒之后尚可迅速再生,而人一旦丧命,便不易重新复得。

§33.5

τὸν δὲ δῆμον εἰς ἐκκλησίαν οὐ συνῆγε δεδιὼς βιασθῆναι παρὰ γνώμην, ἀλλʼ ὥσπερ νεὼς κυβερνήτης ἀνέμου κατιόντος ἐν πελάγει θέμενος εὖ πάντα καὶ κατατείνας τὰ ὅπλα χρῆται τῇ τέχνῃ, δάκρυα καὶ δεήσεις ἐπιβατῶν ναυτιώντων καὶ φοβουμένων ἐάσας, οὕτως ἐκεῖνος, τό τε ἄστυ συγκλείσας καὶ καταλαβὼν πάντα φυλακαῖς πρὸς ἀσφάλειαν, ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς, βραχέα φροντίζων τῶν καταβοώντων καὶ δυσχεραινόντων.

他没有召集民众举行公民大会,唯恐被迫做出违背心意的决定。相反,正如船上的舵手在海上疾风骤起之时,将一切安置妥当、收紧绳索缆具以施展其技艺,全然不顾晕船而恐惧的乘客之眼泪与哀求;伯里克利亦是如此,他紧闭城门,在各处设防以确保万全,依凭自己的审度行事,对那些大声斥责和心怀不满的人极少理会。

§33.6

καίτοι πολλοὶ μὲν αὐτοῦ τῶν φίλων δεόμενοι προσέκειντο, πολλοὶ δὲ τῶν ἐχθρῶν ἀπειλοῦντες καὶ κατηγοροῦντες, χοροὶ δʼ ᾖδον ᾄσματα καὶ σκώμματα πρὸς αἰσχύνην, ἐφυβρίζοντες αὐτοῦ τὴν στρατηγίαν ὡς ἄνανδρον καὶ προϊεμένην τὰ πράγματα τοῖς πολεμίοις. ἐπεφύετο δὲ καὶ Κλέων ἤδη, διὰ τῆς πρὸς ἐκεῖνον ὀργῆς τῶν πολιτῶν πορευόμενος ἐπὶ τὴν δημαγωγίαν, ὡς τἀνάπαιστα ταῦτα δηλοῖ ποιήσαντος Ἑρμίππου· "βασιλεῦ σατύρων, τί ποτʼ οὐκ ἐθέλεις δόρυ βαστάζειν, ἀλλὰ λόγους μὲν περὶ τοῦ πολέμου δεινοὺς παρέχεις, ψυχὴ δὲ Τέλητος ὕπεστιν; κἀγχειριδίου δʼ ἀκόνῃ σκληρᾷ παραθηγομένης βρύχεις κοπίδος, δηχθεὶς αἴθωνι Κλέωνι.2"

然而,他的许多朋友苦苦哀求向他施压,许多仇敌则发出威胁并进行指控,歌队演唱歌曲和嘲弄诗句使他蒙羞,辱骂他的统帅方略懦弱无能、将城邦大局拱手让给敌人。克里昂此时也已对他发起猛烈攻击,利用公民对伯里克利的愤怒走上了平民领袖之路,正如赫尔米普斯所作的这段短短长格诗所示: “萨堤洛斯之王啊,你究竟为何不肯 拿起长矛,反而高谈阔论,发表关于战争的 可怕言辞,心底里却藏着忒勒斯的灵魂? 犹如一把短剑在坚硬的砥石上磨砺, 你在烈火般的克里昂撕咬之下咬牙切齿。”

语法注2 条
  1. 33.2ἂν ἄρα τἆλλα δῃῶν ὁ Ἀρχίδαμος ἀπέχηται τῶν ἐκείνου διὰ τὴν ξενίαν τὴν οὖσαν αὐτοῖς, ἢ διαβολῆς τοῖς ἐχθροῖς ἐνδιδοὺς ἀφορμάς, ὅτι τῇ πόλει καὶ τὴν χώραν καὶ τὰς ἐπαύλεις ἐπιδίδωσιν

    复合间接引语与条件句结构。由主动词 προεῖπε 所引出的内容从句(ὅτι ... ἐπιδίδωσιν)之前,先插入了条件从句(ἂν ἄρα ... ἀπέχηται)以及由介词短语 διὰ τὴν ξενίαν 与分词短语 ἢ ... ἐνδιδούς 并列构成的两个原因成分。名词化短语 τῶν ἐκείνου(中性复数属格)指代伯里克利个人的田产与庄园。

  2. 33.7κἀγχειριδίου δʼ ἀκόνῃ σκληρᾷ παραθηγομένης βρύχεις κοπίδος, δηχθεὶς αἴθωνι Κλέωνι

    赫尔米普斯喜剧诗中的比喻性语句。前半句 κἀγχειριδίου δʼ ἀκόνῃ σκληρᾷ παραθηγομένης ... κοπίδος 为属格独立结构(κἀγχειριδίου κοπίδος 作其逻辑主语),形容匕首在坚硬砥石上磨砺发出刺耳声响与咬牙切齿的紧张状。主句动词 βρύχεις(咬牙切齿)受被动分词 δηχθείς(被咬噬)修饰,而 αἴθωνι Κλέωνι(被烈火般的克里昂)为其动作者/原因与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:33.1-33.7