- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:32.1-32.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
随着阿斯帕齐娅、阿那克萨哥拉相继遭控,针对伯里克利财务账目的弹劾法令亦获通过;据传伯里克利因惧怕法庭审判而引燃战争以化解危机。
περὶ δὲ τοῦτον τὸν χρόνον Ἀσπασία δίκην ἔφευγεν ἀσεβείας, Ἑρμίππου τοῦ κωμῳδοποιοῦ διώκοντος καὶ προσκατηγοροῦντος ὡς Περικλεῖ γυναῖκας ἐλευθέρας εἰς τὸ αὐτὸ φοιτώσας ὑποδέχοιτο.1 καὶ ψήφισμα Διοπείθης ἔγραψεν εἰσαγγέλλεσθαι τοὺς τὰ θεῖα μὴ νομίζοντας ἢ λόγους περὶ τῶν μεταρσίων διδάσκοντας, ἀπερειδόμενος εἰς Περικλέα διʼ Ἀναξαγόρου τὴν ὑπόνοιαν.
大约在此时,阿斯帕齐娅因喜剧诗人赫尔米普斯的控告而遭到不敬神的起诉,赫尔米普斯还附带指控她为伯里克利收留出入同处的自由身妇女。此外,狄奥佩忒斯起草了一道法令,规定凡不信奉神明或讲授天体学说之人均应受到弹劾,其意在于通过阿那克萨哥拉将嫌疑引向伯里克利。
δεχομένου δὲ τοῦ δήμου καὶ προσιεμένου τὰς διαβολάς, οὕτως ἤδη ψήφισμα κυροῦται, Δρακοντίδου γράψαντος, ὅπως οἱ λόγοι τῶν χρημάτων ὑπὸ Περικλέους εἰς τοὺς Πρυτάνεις ἀποτεθεῖεν, οἱ δὲ δικασταὶ τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ φέροντες ἐν τῇ πόλει κρίνοιεν. Ἅγνων δὲ τοῦτο μὲν ἀφεῖλε τοῦ ψηφίσματος, κρίνεσθαι δὲ τὴν δίκην ἔγραψεν ἐν δικασταῖς χιλίοις καὶ πεντακοσίοις, εἴτε κλοπῆς καὶ δώρων εἴτʼ ἀδικίου βούλοιτό τις ὀνομάζειν τὴν δίωξιν.
由于民众接纳并听信这些诽谤,于是依照德拉孔提得斯所拟之案,通过了一项法令:公款账目须由伯里克利呈交评议会执政官,审判员们须从祭坛上取下选票并在城中作出判决。但哈格农将此项从法令中删除,另提议由一千五百名审判员审理此案,无论人们是将这桩起诉称为盗窃和受贿,还是称为渎职。
ἀσπασίαν μὲν οὖν ἐξῃτήσατο, πολλὰ πάνυ παρὰ τὴν δίκην,2 ὡς Αἰσχίνης φησίν, ἀφεὶς ὑπὲρ αὐτῆς δάκρυα καὶ δεηθεὶς τῶν δικαστῶν· Ἀναξαγόραν δὲ φοβηθεὶς ἐξέπεμψεν ἐκ τῆς πόλεως. ὡς δὲ διὰ Φειδίου προσέπταισε τῷ δήμῳ, φοβηθεὶς τὸ δικαστήριον μέλλοντα τὸν πόλεμον καὶ ὑποτυφόμενον ἐξέκαυσεν, ἐλπίζων διασκεδάσειν τὰ ἐγκλήματα καὶ ταπεινώσειν τὸν φθόνον ἐν πράγμασι μεγάλοις καὶ κινδύνοις τῆς πόλεως ἐκείνῳ μόνῳ διὰ τὸ ἀξίωμα καὶ τὴν δύναμιν ἀναθείσης ἑαυτήν.3 αἱ μὲν οὖν αἰτίαι διʼ ἃς οὐκ εἴασεν ἐνδοῦναι Λακεδαιμονίοις τὸν δῆμον, αὗται λέγονται, τὸ δʼ ἀληθὲς ἄδηλον.
至于阿斯帕齐娅,正如埃斯基涅斯所言,伯里克利在审判期间为她流下无数眼泪并哀求审判员,从而为她求得了赦免;但他因担心阿那克萨哥拉的安危,便将其送出了城邦。由于在菲狄亚斯之事上得罪了民众,伯里克利惧怕法庭审判,便将那场迫在眉睫且正在暗中郁积的战争煽动了起来,指望在重大事态与危机之中,城邦会因其威望与权柄而将自身托付于他一人,从而驱散指控并压制嫉妒。人们所传他不许民众向拉刻代蒙人退让的原因固然就是这些,但真相究竟如何却不得而知。
- 32.1ὡς Περικλεῖ γυναῖκας ἐλευθέρας εἰς τὸ αὐτὸ φοιτώσας ὑποδέχοιτο
间接引语中的希求语气(optativus obliquus)。因主导分词 προσκατηγοροῦντος 处于历史时态叙述中,由 ὡς 引导的从属从句动词 ὑποδέχοιτο 采用希求语气。Περικλεῖ 为利益与格(“为伯里克利”)。
- 32.3παρὰ τὴν δίκην
此处介词 παρά 加宾格存在多义性:(1) 表示时间持续,“在审判过程中/期间”;(2) 表示偏离规范,“违背正义/法庭规范”。在语境中,它既顺畅地指代当庭向陪审员哭泣哀求的时间过程,也可能暗含这种哀求做法不合司法规范的双重意味。
- 32.3τῆς πόλεως ἐκείνῳ μόνῳ διὰ τὸ ἀξίωμα καὶ τὴν δύναμιν ἀναθείσης ἑαυτήν
独立属格结构(genitive absolute)。逻辑主语为 τῆς πόλεως,支配不定过去时分词 ἀναθείσης 及其反身代词宾语 ἑαυτήν。分词虽为不定过去时,但在表示期望的 ἐλπίζων 及其未来不定式(διασκεδάσειν, ταπεινώσειν)的统摄下,表示一旦危机降临城邦必将托付于他这一预期的伴随情况或前提条件。
