← 普鲁塔克

伯里克利传

§31.1-31.5

维持墨伽拉法令的动机与菲狄亚斯案

记述了关于伯里克利拒不废除墨伽拉法令的不同评价(高尚的决断或傲慢的逞强),并详细叙述了雕塑家菲狄亚斯遭诬告侵吞黄金及不敬罪并最终狱死的事件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

τὴν μὲν οὖν ἀρχὴν ὅπως ἔσχεν1 οὐ ῥᾴδιον γνῶναι, τοῦ δὲ μὴ λυθῆναι2 τὸ ψήφισμα πάντες ὡσαύτως τὴν αἰτίαν ἐπιφέρουσι τῷ Περικλεῖ. πλὴν οἱ μὲν ἐκ φρονήματος μεγάλου μετὰ γνώμης κατὰ τὸ βέλτιστον ἀπισχυρίσασθαί φασιν αὐτόν, πεῖραν ἐνδόσεως τὸ πρόσταγμα καὶ τὴν συγχώρησιν ἐξομολόγησιν ἀσθενείας ἡγούμενον· οἱ δὲ μᾶλλον αὐθαδείᾳ τινὶ καὶ φιλονεικίᾳ πρὸς ἔνδειξιν ἰσχύος περιφρονῆσαι Λακεδαιμονίων.

至于事情最初是如何引起的,固然不易查明;但对于法令未被废除一事,所有人无不将责任归于伯里克利。不过,有人说他是出于崇高的气魄,以追求至善的明见坚持立场,认为那道命令是对屈服的试探,而让步则是承认虚弱;另有人则说,他毋宁是出于某种傲慢与好胜之心,为了炫耀实力而蔑视拉刻代蒙人。

§31.2

ἡ δὲ χειρίστη μὲν αἰτία πασῶν, ἔχουσα δὲ πλείστους μάρτυρας, οὕτω πως λέγεται. Φειδίας ὁ πλάστης ἐργολάβος μὲν ἦν τοῦ ἀγάλματος, ὥσπερ εἴρηται, φίλος δὲ τῷ Περικλεῖ γενόμενος καὶ μέγιστον παρʼ αὐτῷ δυνηθεὶς τοὺς μὲν διʼ αὑτὸν ἔσχεν ἐχθροὺς φθονούμενος, οἱ δὲ τοῦ δήμου ποιούμενοι πεῖραν3 ἐν ἐκείνῳ, ποῖός τις ἔσοιτο τῷ Περικλεῖ κριτής, Μένωνά τινα τῶν Φειδίου συνεργῶν πείσαντες ἱκέτην ἐν ἀγορᾷ καθίζουσιν, αἰτούμενον ἄδειαν ἐπὶ μηνύσει καὶ κατηγορίᾳ τοῦ Φειδίου.

然而,在所有的说法中最恶劣却拥有最多见证者的一种,大致是这样流传的。雕塑家菲狄亚斯正如前文所说,是神像工程的承包人;他与伯里克利成为挚友,并在他面前拥有极大的影响力,因而遭人嫉妒,因自身之故结下了一些敌人。另一些人则企图通过菲狄亚斯来试探民众,看民众对伯里克利会成为怎样的法官,于是说服了菲狄亚斯的一名助手梅农,让他以请愿者的身份坐于集市中,请求在告发和控告菲狄亚斯的前提下获得豁免权。

§31.3

προσδεξαμένου δὲ τοῦ δήμου τὸν ἄνθρωπον καὶ γενομένης ἐν ἐκκλησίᾳ διώξεως, κλοπαὶ μὲν οὐκ ἠλέγχοντο· τὸ γὰρ χρυσίον οὕτως εὐθὺς ἐξ ἀρχῆς τῷ ἀγάλματι προσειργάσατο καὶ περιέθηκεν ὁ Φειδίας γνώμῃ τοῦ Περικλέους ὥστε πᾶν δυνατὸν εἶναι περιελοῦσιν4 ἀποδεῖξαι τὸν σταθμόν, ὃ καὶ τότε τοὺς κατηγόρους ἐκέλευσε ποιεῖν ὁ Περικλῆς.

当民众接纳了此人并在公民大会上发起指控时,盗窃罪名并未成立;因为从一开始,菲狄亚斯便遵循伯里克利的提议,将黄金嵌附在神像周围,使得人们完全可以将黄金全部拆除并证明其重量,这正是伯里克利当时要求控告者去做的事。

§31.4

ἡ δὲ δόξα τῶν ἔργων ἐπίεζε φθόνῳ τὸν Φειδίαν, καὶ μάλισθʼ ὅτι τὴν πρὸς Ἀμαζόνας μάχην ἐν τῇ ἀσπίδι ποιῶν αὑτοῦ τινα μορφὴν ἐνετύπωσε πρεσβύτου φαλακροῦ πέτρον ἐπῃρμένου διʼ ἀμφοτέρων τῶν χειρῶν, καὶ τοῦ Περικλέους εἰκόνα παγκάλην ἐνέθηκε μαχομένου πρὸς Ἀμαζόνα. τὸ δὲ σχῆμα τῆς χειρός, ἀνατεινούσης δόρυ πρὸ τῆς ὄψεως τοῦ Περικλέους, πεποιημένον εὐμηχάνως οἷον ἐπικρύπτειν βούλεται τὴν ὁμοιότητα παραφαινομένην ἑκατέρωθεν.

然而,作品的盛名让菲狄亚斯招致极深的嫉妒,尤其是因为他在盾牌上描绘与亚马逊人作战时,刻入了自己的一幅肖像——一个秃顶老者用双手举起巨石,同时还嵌入了一幅极具风采的伯里克利与亚马逊人作战的画像。那只举起长矛遮在伯里克利面容前的巧妙手势,似乎正意在掩盖从两侧显露出来的神似。

§31.5

ὁ μὲν οὖν Φειδίας εἰς τὸ δεσμωτήριον ἀπαχθεὶς ἐτελεύτησε νοσήσας, ὡς δέ φασιν ἔνιοι, φαρμάκοις, ἐπὶ διαβολῇ τοῦ Περικλέους τῶν ἐχθρῶν παρασκευασάντων. τῷ δὲ μηνυτῇ Μένωνι γράψαντος Γλύκωνος ἀτέλειαν ὁ δῆμος ἔδωκε, καὶ προσέταξε τοῖς στρατηγοῖς ἐπιμελεῖσθαι τῆς ἀσφαλείας τοῦ ἀνθρώπου.

于是菲狄亚斯被押入监狱,因患病而去世;但正如某些人所言,他是死于毒药,是政敌为了诽谤伯里克利而预先准备的。而对于告发者梅农,根据格吕康提出的议案,民众给予他免除税役的特权,并指令将军们负责保护此人的安全。

语法注4 条
  1. 31.1τὴν μὲν οὖν ἀρχὴν ὅπως ἔσχεν

    提前句式(prolepsis)。从属从句 ὅπως ἔσχεν 中在逻辑上充当主语或宾语的名词短语 τὴν ἀρχήν 被提前至从属连词前,充当支配动词 γνῶναι 的前置宾语。

  2. 31.1τοῦ δὲ μὴ λυθῆναι

    带冠词的不定式属格。修饰其后的 τὴν αἰτίαν,充当宾格性属格("法令未被废除这一事实的责任")。

  3. 31.2τοὺς μὲν διʼ αὑτὸν ἔσχεν ἐχθροὺς φθονούμενος, οἱ δὲ τοῦ δήμου ποιούμενοι πεῖραν

    破格语法(anacoluthon)。前半句以菲狄亚斯为主语,将一部分人作为宾格宾语("树立了某些敌人",τοὺς μέν);但在后半句中,作者没有以宾格(τοὺς δέ)延续对照,而是以主格复数 οἱ δέ("另一些人")另起主语,接续分词 ποιούμενοι 和主动词 καθίζουσιν。

  4. 31.3περιελοῦσιν

    不定过去时与格复数分词。在由 ὥστε 引导的结果从句中,充当不定式 ἀποδεῖξαι 的逻辑主语(施事者),这是非人称结构中不定式施事采用与格的惯用法("以便人们拆下黄金后能够证明其重量")。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:31.1-31.5