- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:30.1-30.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伯里克利不顾斯巴达使节的机智进言拒绝撤废墨伽拉法令,并以侵占圣地为由派遣使者;传令官安特摩克利托斯遇害后雅典通过了严厉的报复法令,而墨伽拉人则借喜剧诗句将祸端归咎于阿斯帕齐娅。
λέγουσι δὲ πρεσβείας Ἀθήναζε περὶ τούτων ἐκ Λακεδαίμονος ἀφιγμένης, καὶ τοῦ Περικλέους νόμον τινὰ προβαλλομένου κωλύοντα καθελεῖν τὸ πινάκιον ἐν ᾧ τὸ ψήφισμα γεγραμμένον ἐτύγχανεν, εἰπεῖν Πολυάλκη τῶν πρέσβεων τινά·1 σὺ δὲ μὴ καθέλῃς, ἀλλὰ στρέψον εἴσω τὸ πινάκιον· οὐ γὰρ ἔστι νόμος ὁ τοῦτο κωλύων. κομψοῦ δὲ τοῦ λόγου φανέντος οὐδέν τι μᾶλλον ὁ Περικλῆς ἐνέδωκεν.
人们传说,当拉刻代蒙为这些事派使节团抵达雅典时,伯里克利以某项禁止取下刻有法令之木板的法律为借口,使节之一波吕阿尔克便说道: “那你就别取下来,只要把木板翻向内侧就是了;因为并没有法律禁止这样做。” 尽管这番话显得颇为巧妙,但伯里克利丝毫没有让步。
ὑπῆν μὲν οὖν τις, ὡς ἔοικεν, αὐτῷ καὶ ἰδία πρὸς τοὺς Μεγαρεῖς ἀπέχθεια· κοινὴν δὲ καὶ φανερὰν ποιησάμενος αἰτίαν κατʼ αὐτῶν ἀποτέμνεσθαι τὴν ἱερὰν ὀργάδα,2 γράφει ψήφισμα κήρυκα πεμφθῆναι πρὸς αὐτοὺς καὶ πρὸς Λακεδαιμονίους τὸν αὐτὸν κατηγοροῦντα τῶν Μεγαρέων.
看来,他个人对墨伽拉人也怀有某种私怨;但他针对他们提出了一个公开且名正言顺的罪名,指控他们侵占神圣的奥尔加斯荒地,并起草了一项法令:派遣一名传令官前往他们那里,且由同一人前往拉刻代蒙人处控告墨伽拉人。
τοῦτο μὲν οὖν τὸ ψήφισμα Περικλέους ἐστὶν εὐγνώμονος καὶ φιλανθρώπου δικαιολογίας ἐχόμενον· ἐπεὶ δʼ ὁ πεμφθεὶς κῆρυξ Ἀνθεμόκριτος αἰτίᾳ τῶν Μεγαρέων ἀποθανεῖν ἔδοξε, γράφει ψήφισμα κατʼ αὐτῶν Χαρῖνος, ἄσπονδον μὲν εἶναι καὶ ἀκήρυκτον ἔχθραν, ὃς δʼ ἂν ἐπιβῇ τῆς Ἀττικῆς Μεγαρέων θανάτῳ ζημιοῦσθαι, τοὺς δὲ στρατηγούς, ὅταν ὀμνύωσι τὸν πάτριον ὅρκον, ἐπομνύειν ὅτι καὶ δὶς ἀνὰ πᾶν ἔτος εἰς τὴν Μεγαρικὴν ἐμβαλοῦσι· ταφῆναι δʼ Ἀνθεμόκριτον3 παρὰ τὰς Θριασίας πύλας, αἳ νῦν Δίπυλον ὀνομάζονται.
伯里克利的这项法令具有合情合理、宽大温和的申辩理由;然而,当被派去的传令官安特摩克利托斯被认为因墨伽拉人的缘故而丧生后,卡里诺斯便起草了一份针对他们的法令:结下不可媾和、不通使节的世仇,凡踏入阿提卡境内的墨伽拉人一律处死,将军们在宣誓恪守祖传誓言时,还须追加誓言每年两次入侵墨伽拉领土;安特摩克利托斯则葬于如今被称为双门(狄庇隆)的特里亚门旁。
Μεγαρεῖς δὲ τὸν Ἀνθεμοκρίτου φόνον ἀπαρνούμενοι τὰς αἰτίας εἰς Ἀσπασίαν καὶ Περικλέα τρέπουσι, χρώμενοι τοῖς περιβοήτοις καὶ δημώδεσι τούτοις ἐκ τῶν Ἀχαρνέων στιχιδίοις· "πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κἆθʼ οἱ Μεγαρεῖς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο."
而墨伽拉人否认谋杀了安特摩克利托斯,将责任推到阿斯帕齐娅和伯里克利身上,并引用了《阿卡奈人》中这些众所周知且脍炙人口的诗句: “几名因玩掷酒戏而酩酊大醉的青年跑到墨伽拉, 偷走了妓女西迈塔; 墨伽拉人随即怒火中烧, 报复性地拐走了阿斯帕齐娅的两名妓女。”
- 30.1λέγουσι δὲ πρεσβείας Ἀθήναζε περὶ τούτων ἐκ Λακεδαίμονος ἀφιγμένης, καὶ τοῦ Περικλέους νόμον τινὰ προβαλλομένου κωλύοντα καθελεῖν τὸ πινάκιον ἐν ᾧ τὸ ψήφισμα γεγραμμένον ἐτύγχανεν, εἰπεῖν Πολυάλκη τῶν πρέσβεων τινά
整个句子的主体结构是由 λέγουσι 支配的带不定式宾格结构(εἰπεῖν Πολυάλκη)。在此之前,并列了两个独立属格结构(πρεσβείας... ἀφιγμένης 与 τοῦ Περικλέους... προβαλλομένου),交代了谈话发生的背景。Πολυάλκη 是第三变格法阳性名词 Πολυάλκης 的单数宾格。
- 30.2ἀποτέμνεσθαι τὴν ἱερὰν ὀργάδα
ἀποτέμνεσθαι 是起同位语作用的不定式短语,用以具体说明名词 αἰτίαν 的控诉内容。语态上可作中间语态理解(“墨伽拉人侵占/为己割占神圣的奥尔加斯”),亦可作被动语态理解(“神圣的奥尔加斯被割占”);无论何者,皆指墨伽拉人非法侵占开垦神庙公地的罪状。
- 30.3γράφει ψήφισμα κατʼ αὐτῶν Χαρῖνος, ἄσπονδον μὲν εἶναι καὶ ἀκήρυκτον ἔχθραν, ὃς δʼ ἂν ἐπιβῇ τῆς Ἀττικῆς Μεγαρέων θανάτῳ ζημιοῦσθαι, τοὺς δὲ στρατηγούς, ὅταν ὀμνύωσι τὸν πάτριον ὅρκον, ἐπομνύειν ὅτι καὶ δὶς ἀνὰ πᾶν ἔτος εἰς τὴν Μεγαρικὴν ἐμβαλοῦσι· ταφῆναι δʼ Ἀνθεμόκριτον
这一连串的不定式(εἶναι、ζημιοῦσθαι、ἐπομνύειν、ταφῆναι)依附于主句的 γράφει ψήφισμα,用以陈述卡里诺斯法令的具体条款内容。每个不定式均带有相应的宾格主语(ἔχθραν、由关系从句修饰的隐含人称代词 [τινά]、τοὺς δὲ στρατηγούς、Ἀνθεμόκριτον),构成了严整的并列法令条文。
