- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:29.1-29.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伯里克利在援救科基拉时冷遇客蒙之子而招致非议,并因固执地拒绝废除墨伽拉法令而成为引发伯罗奔尼撒战争的主要责任人。
μετὰ ταῦτα κυμαίνοντος ἤδη τοῦ Πελοποννησιακοῦ πολέμου, Κερκυραίοις πολεμουμένοις ὑπὸ Κορινθίων ἔπεισε τὸν δῆμον ἀποστεῖλαι βοήθειαν καὶ προσλαβεῖν ἐρρωμένην ναυτικῇ δυνάμει νῆσον, ὡς ὅσον οὐδέπω Πελοποννησίων ἐκπεπολεμωμένων πρὸς αὐτούς.1
此后,当伯罗奔尼撒战争的风波已然掀起之际,因科基拉人正遭到科林斯人的攻打,伯里克利便劝说民众向其派遣援军,并争取到这一拥有强大海军力量的岛屿,理由是伯罗奔尼撒人几乎立刻就要与他们爆发公开战争了。
ψηφισαμένου δὲ τοῦ δήμου τὴν βοήθειαν ἀπέστειλε δέκα ναῦς μόνας ἔχοντα Λακεδαιμόνιον, τὸν Κίμωνος υἱόν, οἷον ἐφυβρίζων· πολλὴ γὰρ ἦν εὔνοια καὶ φιλία τῷ Κίμωνος οἴκῳ πρὸς Λακεδαιμονίους. ὡς ἂν οὖν, εἰ μηδὲν ἔργον μέγα μηδʼ ἐκπρεπὲς ἐν τῇ στρατηγίᾳ τοῦ Λακεδαιμονίου γένοιτο, προσδιαβληθείη μᾶλλον εἰς τὸν λακωνισμόν, ὀλίγας αὐτῷ ναῦς ἔδωκε καὶ μὴ βουλόμενον ἐξέπεμψε.
当民众表决通过派遣援军后,他带着侮辱的用意,仅派客蒙之子拉刻代蒙尼奥斯率领十艘战船出征;因为客蒙家族对拉刻代蒙人素有深厚的好感与友谊。因此,为了使拉刻代蒙尼奥斯在此次将领任内若无重大或显赫的战功,便会因亲斯巴达倾向而遭受更多的中伤,伯里克利只给了他很少的战船,并在他违心的情况下将其派遣出去。
καὶ ὅλως διετέλει κολούων ὡς μηδὲ τοῖς ὀνόμασι γνησίους, ἀλλʼ ὀθνείους καὶ ξένους, ὅτι τῶν Κίμωνος υἱῶν τῷ μὲν ἦν Λακεδαιμόνιος ὄνομα, τῷ δὲ Θεσσαλός, τῷ δὲ Ἠλεῖος. ἐδόκουν δὲ πάντες ἐκ γυναικὸς Ἀρκαδικῆς γεγονέναι. κακῶς οὖν ὁ Περικλῆς ἀκούων διὰ τὰς δέκα ταύτας τριήρεις, ὡς μικρὰν μὲν βοήθειαν τοῖς δεηθεῖσι, μεγάλην δὲ πρόφασιν τοῖς ἐγκαλοῦσι παρεσχηκώς, ἑτέρας αὖθις ἔστειλε πλείονας εἰς τὴν Κέρκυραν, αἳ μετὰ τὴν μάχην ἀφίκοντο.
而且总的来说,伯里克利不断贬低客蒙的儿子们,称他们甚至在名字上都不是纯正的雅典人,而是异邦的生客,因为客蒙的儿子中,一个名叫拉刻代蒙尼奥斯,另一个叫色萨洛斯,第三个叫厄利奥斯;并且他们被认为全都是一个阿卡迪亚女子所生。由于这十艘三列桨座战船,伯里克利遭到了恶评,人们指责他给求援者提供的帮助微不足道,却给指控者提供了极大的口实;于是他又向科基拉派出了另一支更庞大的舰队,但这些船只在海战结束后才赶到。
χαλεπαίνουσι δὲ τοῖς Κορινθίοις καὶ κατηγοροῦσι τῶν Ἀθηναίων ἐν Λακεδαίμονι προσεγένοντο Μεγαρεῖς, αἰτιώμενοι πάσης μὲν ἀγορᾶς, πάντων δὲ λιμένων, ὧν Ἀθηναῖοι κρατοῦσιν, εἴργεσθαι καὶ ἀπελαύνεσθαι παρὰ τὰ κοινὰ δίκαια καὶ τοὺς γεγενημένους ὅρκους τοῖς Ἕλλησιν· Αἰγινῆται δὲ κακοῦσθαι δοκοῦντες καὶ βίαια πάσχειν ἐποτνιῶντο κρύφα πρὸς τοὺς Λακεδαιμονίους, φανερῶς ἐγκαλεῖν τοῖς Ἀθηναίοις οὐ θαρροῦντες. ἐν δὲ τούτῳ καὶ Ποτίδαια, πόλις ὑπήκοος Ἀθηναίων, ἄποικος δὲ Κορινθίων, ἀποστᾶσα καὶ πολιορκουμένη μᾶλλον ἐπετάχυνε τὸν πόλεμον.
当科林斯人在拉刻代蒙愤怒地控告雅典人时,墨伽拉人也加入进来,指控雅典人违反希腊人共同的法则和立下的誓约,将他们从雅典人控制的一切集市和一切港口中排斥和驱逐出去;埃癸那人自认受到侵害和暴虐对待,也暗中向拉刻代蒙人申诉,不敢公开指责雅典人。与此同时,作为雅典的属邑、同时又是科林斯的殖民城的波提狄亚发生了叛乱并遭到围攻,这进一步加速了战争的爆发。
οὐ μὴν ἀλλὰ πρεσβειῶν τε πεμπομένων Ἀθήναζε, καὶ τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἀρχιδάμου τὰ πολλὰ τῶν ἐγκλημάτων εἰς διαλύσεις ἄγοντος καὶ τοὺς συμμάχους πραΰνοντος, οὐκ ἂν δοκεῖ συμπεσεῖν ὑπό γε τῶν ἄλλων αἰτιῶν ὁ πόλεμος τοῖς Ἀθηναίοις, εἰ τὸ ψήφισμα καθελεῖν τὸ Μεγαρικὸν ἐπείσθησαν2 καὶ διαλλαγῆναι πρὸς αὐτούς. διὸ καὶ μάλιστα πρὸς τοῦτο Περικλῆς ἐναντιωθείς, καὶ παροξύνας τὸν δῆμον ἐμμεῖναι τῇ πρὸς τοὺς Μεγαρεῖς φιλονεικίᾳ, μόνος ἔσχε τοῦ πολέμου τὴν αἰτίαν.
尽管如此,随着使节团被派往雅典,拉刻代蒙国王阿基达穆斯又将大部分指控引向和解并安抚同盟者,若雅典人肯听从劝告废除墨伽拉法令并与他们修好,战争似乎本不至于因其他原因降临到雅典人头上。因此,正是由于伯里克利对此极力反对,并煽动民众坚持对墨伽拉人的敌意与对抗,他独自承担了引发战争的罪责。
- 29.1ὡς ὅσον οὐδέπω Πελοποννησίων ἐκπεπολεμωμένων πρὸς αὐτούς
连词 ὡς 引导表示主观理由或预期的属格独立结构(Πελοποννησίων ἐκπεπολεμωμένων)。短语 ὅσον οὐδέπω 为习语,意为“几乎立刻”、“就在眼下”;完成时分词 ἐκπεπολεμωμένων 表示进入公开交战状态。
- 29.5οὐκ ἂν δοκεῖ συμπεσεῖν ὑπό γε τῶν ἄλλων αἰτιῶν ὁ πόλεμος τοῖς Ἀθηναίοις, εἰ τὸ ψήφισμα καθελεῖν τὸ Μεγαρικὸν ἐπείσθησαν
在语法上,δοκεῖ 采用人称结构,其主语为 ὁ πόλεμος(“战争似乎不会降临”)。小词 ἄν 修饰不定词 συμπεσεῖν,与条件从句 εἰ... ἐπείσθησαν 构成与过去事实相反的虚拟语气主句(相当于直陈式过去时 οὐκ ἂν συνέπεσεν)。
