← 普鲁塔克

伯里克利传

§2.1-2.4

美德的效法与撰写合传的意图

作者辨析了工匠技艺与真正美德行为的区别,阐述了记述美德以激发道德实践的意义,并说明撰写伯里克利与费边·马克西姆斯合传的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἡ δʼ αὐτουργία τῶν ταπεινῶν τῆς εἰς τὰ καλὰ ῥᾳθυμίας μάρτυρα τὸν ἐν τοῖς ἀχρήστοις πόνον παρέχεται καθʼ αὑτῆς·1 καὶ οὐδεὶς εὐφυὴς νέος ἢ τὸν ἐν Πίσῃ θεασάμενος Δία γενέσθαι Φειδίας ἐπεθύμησεν ἢ τὴν Ἥραν τὴν ἐν Ἄργει Πολύκλειτος, οὐδʼ Ἀνακρέων ἢ Φιλητᾶς ἢ Ἀρχίλοχος ἡσθεὶς αὐτῶν τοῖς ποιήμασιν.

然而,从事低微技艺的亲手劳作,却在无用之事上的辛苦中,为自己提供了一份指证自己对美好事物懈怠的证据。没有任何天资优秀的青年在观赏了皮萨的宙斯像后渴望成为菲狄亚斯,在观赏了阿尔戈斯的赫拉像后渴望成为波利克莱托斯,也没有人因喜爱他们的诗作而渴望成为阿那克里翁、菲勒塔斯或阿基罗库斯。

§2.2

οὐ γὰρ ἀναγκαῖον, εἰ τέρπει τὸ ἔργον ὡς χάριεν, ἄξιον σπουδῆς εἶναι τὸν εἰργασμένον. ὅθεν οὐδʼ ὠφελεῖ τὰ τοιαῦτα τοὺς θεωμένους, πρὸς ἃ μιμητικὸς οὐ γίνεται ζῆλος οὐδὲ ἀνάδοσις κινοῦσα προθυμίαν καὶ ὁρμὴν ἐπὶ τὴν ἐξομοίωσιν. ἀλλʼ ἥ γε ἀρετὴ ταῖς πράξεσιν εὐθὺς οὕτω διατίθησιν ὥστε ἅμα θαυμάζεσθαι τὰ ἔργα καὶ ζηλοῦσθαι τοὺς εἰργασμένους.

因为如果一部作品因优美而令人愉悦,创造它的人未必就值得受到严肃的敬佩。因此,此类事物对于观赏者也并无裨益,面对它们既不会产生效仿的竞争之心,也不会产生唤起趋于同化之热情与冲动的内化。但美德通过其实际行为,立刻让人处于这样一种状态:在赞叹其事迹的同时,亦效法施行这些事迹的人。

§2.3

τῶν μὲν γὰρ ἐκ τῆς τύχης ἀγαθῶν τὰς κτήσεις καὶ ἀπολαύσεις, τῶν δʼ ἀπʼ ἀρετῆς τὰς πράξεις ἀγαπῶμεν, καὶ τὰ μὲν ἡμῖν παρʼ ἑτέρων, τὰ δὲ μᾶλλον ἑτέροις παρʼ ἡμῶν ὑπάρχειν βουλόμεθα. τὸ γὰρ καλὸν ἐφʼ αὑτὸ πρακτικῶς κινεῖ καὶ πρακτικὴν εὐθὺς ὁρμὴν ἐντίθησιν, ἠθοποιοῦν οὐ τῇ μιμήσει τὸν θεατήν, ἀλλὰ τῇ ἱστορίᾳ τοῦ ἔργου τὴν προαίρεσιν παρεχόμενον.2

因为对于出于运气的善物,我们喜爱其占有与享受;而对于出于美德的善物,我们喜爱其实践;对于前者,我们希望由他人给予我们,对于后者,我们则更希望由我们给予他人。因为崇高之美在实践上推动人走向它自身,并立即注入实践的冲动;它塑造观赏者的品格并非通过模仿,而是通过对行为的审视赋予人道德选择的决断。

§2.4

ἔδοξεν οὖν καὶ ἡμῖν ἐνδιατρῖψαι τῇ περὶ τοὺς βίους ἀναγραφῇ, καὶ τοῦτο τὸ βιβλίον δέκατον συντετάχαμεν τὸν Περικλέους βίον καὶ τὸν Φαβίου Μαξίμου τοῦ διαπολεμήσαντος πρὸς Ἀννίβαν περιέχον, ἀνδρῶν κατά τε τὰς ἄλλας ἀρετὰς ὁμοίων, μάλιστα δὲ πρᾳότητα καὶ δικαιοσύνην, καὶ τῷ δύνασθαι φέρειν δήμων καὶ συναρχόντων ἀγνωμοσύνας ὠφελιμωτάτων ταῖς πατρίσι γενομένων.3 εἰ δʼ ὀρθῶς στοχαζόμεθα τοῦ δέοντος, ἔξεστι κρίνειν ἐκ τῶν γραφομένων.

因此,我们自己也认为适宜在记述人物生平上花费精力,于是编撰了这第十卷,包含伯里克利的生平以及与汉尼拔抗战到底的费边·马克西姆斯的生平。这二人不仅在其他美德上相似,尤其在温和与公正上相似,而且因能忍受民众与同僚长官的昏聩乖戾而成为对祖国最有用的人物。我们是否正确切中要点,可由所写下的内容来评断。

语法注3 条
  1. 2.1τῆς εἰς τὰ καλὰ ῥᾳθυμίας μάρτυρα τὸν ἐν τοῖς ἀχρήστοις πόνον παρέχεται καθʼ αὑτῆς

    τὸν ἐν τοῖς ἀχρήστοις πόνον 为动词 παρέχεται 的直接宾语,μάρτυρα 则充当宾语补足语(双宾格/谓语性宾格结构)。属格短语 τῆς εἰς τὰ καλὰ ῥᾳθυμίας 为依附于 μάρτυρα 的宾格性属格,意为“对于美好事物之懈怠的见证”。整句表示在无用之事上所耗费的辛劳本身,就构成了对自己忽视善美事物的指控证据(καθʼ αὑτῆς)。

  2. 2.3ἠθοποιοῦν οὐ τῇ μιμήσει τὸν θεατήν, ἀλλὰ τῇ ἱστορίᾳ τοῦ ἔργου τὴν προαίρεσιν παρεχόμενον

    两个中性现在分词 ἠθοποιοῦν 与 παρεχόμενον 均修饰主语 τὸ καλόν,并通过 οὐ... ἀλλά... 形成对照。方式与格 τῇ μιμήσει(外在或被动的模仿)与 τῇ ἱστορίᾳ τοῦ ἔργου(对行为内涵的主动探求与审视)构成对比,阐明崇高之美并非仅仅通过机械的模仿塑造观者,而是通过对崇高事迹的探究提供坚定自觉的道德决意(τὴν προαίρεσιν)。

  3. 2.4καὶ τῷ δύνασθαι φέρειν δήμων καὶ συναρχόντων ἀγνωμοσύνας ὠφελιμωτάτων ταῖς πατρίσι γενομένων

    在说明两位传主的属格同位语短语中,冠词化不定式与格 τῷ δύνασθαι φέρειν(因能忍受……)充当修饰 ὠφελιμωτάτων ... γενομένων 的原因或手段与格。而 ἀγνωμοσύνας 前面的属格 δήμων καὶ συναρχόντων 是主格性属格,表示动作主体,即“民众与同僚官员的昏聩妄为”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:2.1-2.4