← 普鲁塔克

伯里克利传

§28.1-28.6

萨摩斯的投降与伯里克利的国葬演说

萨摩斯历时九个月后投降,杜里斯关于暴行的记述被驳斥为虚妄。凯旋归来的伯里克利发表国葬演说备受称赞,机智回击了埃尔皮妮克的指责,并自豪于取得超越阿伽门农的战功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ἐνάτῳ δὲ μηνὶ τῶν Σαμίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε καὶ τὰς ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν, ὧν τὰ μὲν εὐθὺς εἰσήνεγκαν οἱ Σάμιοι, τὰ δʼ ἐν χρόνῳ ῥητῷ ταξάμενοι κατοίσειν ὁμήρους ἔδωκαν. Δοῦρις δʼ ὁ Σάμιος τούτοις ἐπιτραγῳδεῖ πολλὴν ὠμότητα τῶν Ἀθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυδίδης ἱστόρηκεν οὔτʼ Ἔφορος οὔτʼ Ἀριστοτέλης· ἀλλʼ οὐδʼ ἀληθεύειν ἔοικεν, ὡς ἄρα τοὺς τριηράρχους1 καὶ τοὺς ἐπιβάτας τῶν Σαμίων εἰς τὴν Μιλησίων ἀγορὰν καταγαγὼν καὶ σανίσι προσδήσας ἐφʼ ἡμέρας δέκα κακῶς ἤδη διακειμένους προσέταξεν ἀνελεῖν, ξύλοις τὰς κεφαλὰς συγκόψαντας, εἶτα προβαλεῖν ἀκήδευτα τὰ σώματα.

在第九个月,萨摩斯人投降了,伯里克利拆毁了他们的城墙,接收了他们的战船,并课以巨额罚款;萨摩斯人立即缴纳了其中一部分,对于其余部分则约定在指定时间内付清并交出了人质。但萨摩斯的杜里斯却借此大肆渲染悲剧色彩,指控雅典人和伯里克利犯下了极大的残暴罪行,而修昔底德、埃福罗斯和亚里士多德均未记载此事;这似乎也并非实情:据称他把萨摩斯人的三列桨座战船长和海军陆战队员带到米利都的广场上,将他们绑在木板上十天,在他们已气息奄奄时下令将他们处决,用木棒敲碎他们的头颅,然后将尸体抛弃不加掩埋。

§28.3

Δοῦρις μὲν οὖν οὐδʼ ὅπου μηδὲν αὐτῷ πρόσεστιν ἴδιον πάθος εἰωθὼς κρατεῖν τὴν διήγησιν ἐπὶ τῆς ἀληθείας, μᾶλλον ἔοικεν ἐνταῦθα δεινῶσαι τὰς τῆς πατρίδος συμφορὰς ἐπὶ διαβολῇ τῶν Ἀθηναίων. ὁ δὲ Περικλῆς καταστρεψάμενος τὴν Σάμον ὡς ἐπανῆλθεν εἰς τὰς Ἀθήνας, ταφάς τε τῶν ἀποθανόντων κατὰ τὸν πόλεμον ἐνδόξους ἐποίησε καὶ τὸν λόγον εἰπών, ὥσπερ ἔθος ἐστίν, ἐπὶ τῶν σημάτων ἐθαυμαστώθη.

杜里斯甚至在与自己毫无私怨利害的事情上也不习惯恪守历史叙述的真实,在这里他似乎更是为了诋毁雅典人而夸大了自己祖国的灾难。伯里克利征服萨摩斯返回雅典后,为战争中阵亡者举行了隆重的葬礼,并按惯例在坟墓前发表了演说,赢得了极大的赞赏。

§28.4

καταβαίνοντα δʼ αὐτὸν ἀπὸ τοῦ βήματος αἱ μὲν ἄλλαι γυναῖκες ἐδεξιοῦντο καὶ στεφάνοις ἀνέδουν καὶ ταινίαις ὥσπερ ἀθλητὴν νικηφόρον, ἡ δʼ Ἐλπινίκη προσελθοῦσα πλησίον· ταῦτʼ, ἔφη, θαυμαστά, Περίκλεις, καὶ ἄξια στεφάνων, ὃς ἡμῖν πολλοὺς καὶ ἀγαθοὺς ἀπώλεσας πολίτας οὐ Φοίνιξι πολεμῶν οὐδὲ Μήδοις, ὥσπερ οὑμὸς ἀδελφὸς Κίμων, ἀλλὰ σύμμαχον καὶ συγγενῆ πόλιν καταστρεφόμενος.

当他从讲坛上走下来时,其余的妇女都向他致意,像对待获胜的运动员一样为他戴上花冠和饰带,而埃尔皮妮克走上前来说: “这些功绩真令人赞叹,伯里克利,真是配得上花冠! 你让我们失去了许多优秀的公民,不是通过与腓尼基人或米底人作战——正如我的兄长客蒙那样——而是通过征服一个同盟且同族的城邦。”

§28.5

ταῦτα τῆς Ἐλπινίκης λεγούσης ὁ Περικλῆς μειδιάσας ἀτρέμα λέγεται τὸ τοῦ Ἀρχιλόχου πρὸς αὐτὴν εἰπεῖν· "οὐκ ἂν μύροισι γραῦς ἐοῦσʼ ἠλείφεο.2" θαυμαστὸν δέ τι καὶ μέγα φρονῆσαι καταπολεμήσαντα τοὺς Σαμίους φησὶν αὐτὸν ὁ Ἴων, ὡς τοῦ μὲν Ἀγαμέμνονος ἔτεσι δέκα βάρβαρον πόλιν, αὐτοῦ δὲ μησὶν ἐννέα τοὺς πρώτους καὶ δυνατωτάτους Ἰώνων ἑλόντος.

埃尔皮妮克这样说时,据说伯里克利微微一笑,对她引用了阿基罗科斯的诗句: “你既已是老妪,本不会涂抹香膏。” 伊翁还记载,在战胜萨摩斯人之后,他怀有某种惊人的莫大自负,认为阿伽门农用了十年才攻下一座蛮族城池,而他自己在九个月内就战胜了爱奥尼亚人中最杰出、最强大者。

§28.6

καὶ οὐκ ἦν ἄδικος ἡ ἀξίωσις, ἀλλʼ ὄντως πολλὴν ἀδηλότητα καὶ μέγαν ἔσχε κίνδυνον ὁ πόλεμος, εἴπερ, ὡς Θουκυδίδης φησί, παρʼ ἐλάχιστον ἦλθε3 Σαμίων ἡ πόλις ἀφελέσθαι τῆς θαλάττης τὸ κράτος Ἀθηναίους.

他的这种自负并非毫无道理;实际上这场战争确实充满了巨大的变数和极大的危险,诚如修昔底德所言,萨摩斯城邦险些就从雅典人手中夺走制海权。

语法注3 条
  1. 28.2ὡς ἄρα τοὺς τριηράρχους

    连词 ὡς 与带有存疑、传闻或讽刺语气的语气词 ἄρα 连用,引出前文 ἀλλʼ οὐδʼ ἀληθεύειν ἔοικεν(似乎并非实情)所指涉的可疑传闻内容(“据说竟然……”)。

  2. 28.5οὐκ ἂν μύροισι γραῦς ἐοῦσʼ ἠλείφεο

    引用自诗人阿基罗科斯的残篇。ἄν 与未完成过去时直陈式(ἠλείφεο,为爱奥尼亚方言未收缩形式,相当于雅典方言的 ἠλείφου)构成与事实相反的虚拟/推论,意在讽刺规劝:“你既已是老妪,本不会涂抹香膏”。

  3. 28.6παρʼ ἐλάχιστον ἦλθε

    成语性结构 παρʼ ἐλάχιστον ἦλθε 后接不定式(ἀφελέσθαι),意为“差一点就……/险些……”。其主语是 Σαμίων ἡ πόλις(萨摩斯城邦)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:28.1-28.6