- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:27.1-27.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知营地溃败的伯里克利迅速回援击溃敌人并展开围城,通过抽白豆轮换让士兵休整,并动用攻城器械,随后叙及围绕工程师阿尔忒蒙绰号的辨伪。
πυθόμενος δʼ οὖν ὁ Περικλῆς τὴν ἐπὶ στρατοπέδου συμφορὰν ἐβοήθει κατὰ τάχος καὶ τοῦ Μελίσσου πρὸς αὐτὸν ἀντιταξαμένου κρατήσας καὶ τρεψάμενος τοὺς πολεμίους εὐθὺς περιετείχιζε, δαπάνῃ καὶ χρόνῳ μᾶλλον ἢ τραύμασι καὶ κινδύνοις τῶν πολιτῶν περιγενέσθαι καὶ συνελεῖν τὴν πόλιν βουλόμενος.
无论如何,伯里克利得知营地的败绩后,迅速赶去救援。梅利索斯列阵迎战他,伯里克利战胜了他,击溃了敌人,随即筑垒包围,希望以财力和时间、而非公民的伤亡和危险来克敌制胜并攻陷该城。
ἐπεὶ δὲ δυσχεραίνοντας τῇ τριβῇ τοὺς Ἀθηναίους καὶ μάχεσθαι προθυμουμένους ἔργον ἦν κατασχεῖν,1 ὀκτὼ μέρη διελὼν τὸ πᾶν πλῆθος ἀπεκλήρου, καὶ τῷ λαβόντι τὸν λευκὸν κύαμον εὐωχεῖσθαι καὶ σχολάζειν παρεῖχε τῶν ἄλλων μαχομένων. διὸ καί φασι τοὺς ἐν εὐπαθείαις τισὶ γενομένους λευκὴν ἡμέραν ἐκείνην ἀπὸ τοῦ λευκοῦ κυάμου προσαγορεύειν.
然而,由于雅典人对旷日持久的拖延感到不满并急于求战,难以加以遏制,他遂将全军分成八个部分进行抽签,允许抽得白豆的那一组在其他人作战时摆宴休整。因此据说,那些沉浸于欢愉中的人,便根据白豆将那一天称作“白日”。
Ἔφορος δὲ καὶ μηχαναῖς χρήσασθαι τὸν Περικλέα,2 τὴν καινότητα θαυμάσαντα, Ἀρτέμωνος τοῦ μηχανικοῦ παρόντος, ὃν χωλὸν ὄντα καὶ φορείῳ πρὸς τὰ κατεπείγοντα τῶν ἔργων προσκομιζόμενον ὀνομασθῆναι περιφόρητον. τοῦτο μὲν οὖν Ἡρακλείδης ὁ Ποντικὸς ἐλέγχει τοῖς Ἀνακρέοντος ποιήμασιν, ἐν οἷς ὁ περιφόρητος Ἀρτέμων ὀνομάζεται πολλαῖς ἔμπροσθεν ἡλικίαις τοῦ περὶ Σάμον πολέμου καὶ τῶν πραγμάτων ἐκείνων·
埃福罗斯则记载,伯里克利由于赞赏其新奇,甚至在工程师阿尔忒蒙在场辅助下使用了攻城器械;此人因瘸腿而被用轿子运送到紧急工地上,故被冠以“辇乘者”之号。但庞托斯的赫拉克利德斯引用阿那克里翁的诗歌驳斥了这一说法,在那些诗篇中,“辇乘者阿尔忒蒙”早在萨摩斯战争及那些事件之前许多世代便已被提及。
τὸν δʼ Ἀρτέμωνά φησι3 τρυφερόν τινα τῷ βίῳ καὶ πρὸς τοὺς φόβους μαλακὸν ὄντα καὶ καταπλῆγα τὰ πολλὰ μὲν οἴκοι καθέζεσθαι, χαλκῆν ἀσπίδα τῆς κεφαλῆς αὐτοῦ δυεῖν οἰκετῶν ὑπερεχόντων, ὥστε μηδὲν ἐμπεσεῖν τῶν ἄνωθεν, εἰ δὲ βιασθείη προελθεῖν, ἐν κλινιδίῳ κρεμαστῷ παρὰ τὴν γῆν αὐτὴν περιφερόμενον κομίζεσθαι, καὶ διὰ τοῦτο κληθῆναι περιφόρητον.
赫拉克利德斯说,那个阿尔忒蒙生活娇奢,面对恐惧时软弱而胆怯,平时多半坐在家中,由两名仆人在他头顶上方举着一面青铜盾牌,以免有任何物件从上方落下;若被迫外出,则躺在贴近地面的悬挂式软榻中被抬着走,正因如此他才被称为“辇乘者”。
- 27.2ἔργον ἦν κατασχεῖν
名词 ἔργον 用作谓语名词,表示习惯用法“是一件难事/苦事”(相当于 χαλεπὸν ἦν),动词不定式 κατασχεῖν 作其主语,意为“要遏制(他们)实非易事”。
- 27.3Ἔφορος δὲ καὶ μηχαναῖς χρήσασθαι τὸν Περικλέα
在 Ἔφορος 之后省略了陈述动词(如 φησί 或 λέγει),引出对格加不定式结构(τὸν Περικλέα ... χρήσασθαι)。随后的不定式 ὀνομασθῆναι 亦从属于该间接引语框架。
- 27.4τὸν δʼ Ἀρτέμωνά φησι
这是由主动词 φησι 引出的间接引语,其主语承前指 Ἡρακλείδης ὁ Ποντικός。对格 τὸν Ἀρτέμωνα 统摄三个平行的不定式:καθέζεσθαι、κομίζεσθαι 以及 κληθῆναι。句中的 δυεῖν οἰκετῶν ὑπερεχόντων 为属格独立结构。
