- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:26.1-26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伯里克利包围萨摩斯后率舰队前往外海,萨摩斯哲学家兼将军梅利索斯趁其不在击败留守的雅典舰队并重获制海权,双方在此期间还在战俘前额互相施刺印记。
ἅμα δὲ τῇ νίκῃ καὶ τῇ διώξει τοῦ λιμένος κρατήσας ἐπολιόρκει τοὺς Σαμίους, ἁμῶς γέ πως ἔτι τολμῶντας ἐπεξιέναι καὶ διαμάχεσθαι πρὸ τοῦ τείχους. ἐπεὶ δὲ μείζων ἕτερος στόλος ἦλθεν ἐκ τῶν Ἀθηνῶν καὶ παντελῶς κατεκλείσθησαν οἱ Σάμιοι, λαβὼν ὁ Περικλῆς ἑξήκοντα τριήρεις ἔπλευσεν εἰς τὸν ἔξω πόντον, ὡς μὲν οἱ πλεῖστοι λέγουσι, Φοινισσῶν νεῶν ἐπικούρων τοῖς Σαμίοις προσφερομένων ἀπαντῆσαι καὶ διαγωνίσασθαι πορρωτάτω βουλόμενος,1 ὡς δὲ Στησίμβροτος, ἐπὶ Κύπρον στελλόμενος· ὅπερ οὐ δοκεῖ πιθανὸν εἶναι.
在取得胜利并实施追击的同时,伯里克利控制了港口,包围了萨摩斯人,而萨摩斯人却仍然无论如何都敢于出城并在城墙前战斗。但是,当另一支更大的舰队从雅典赶来,萨摩斯人被彻底封锁在城内时,伯里克利便率领六十艘三桨座战船驶往外海。正如大多数人所言,这是因为他希望迎战正赶来援助萨摩斯人的腓尼基船只,并在尽可能远的地方决一雌雄;但根据斯忒辛布洛托斯的说法,他则是前往塞浦路斯,不过这似乎并不可信。
ὁποτέρῳ δʼ οὖν ἐχρήσατο τῶν λογισμῶν, ἁμαρτεῖν ἔδοξε. πλεύσαντος γὰρ αὐτοῦ Μέλισσος ὁ Ἰθαγένους, ἀνὴρ φιλόσοφος στρατηγῶν τότε τῆς Σάμου, καταφρονήσας τῆς ὀλιγότητος τῶν νεῶν ἢ τῆς ἀπειρίας τῶν στρατηγῶν, ἔπεισε τοὺς πολίτας ἐπιθέσθαι τοῖς Ἀθηναίοις. καὶ γενομένης μάχης νικήσαντες οἱ Σάμιοι, καὶ πολλοὺς μὲν αὐτῶν ἄνδρας ἑλόντες, πολλὰς δὲ ναῦς διαφθείραντες, ἐχρῶντο τῇ θαλάσσῃ καὶ παρετίθεντο τῶν ἀναγκαίων πρὸς τὸν πόλεμον ὅσα μὴ πρότερον εἶχον.
无论他出于哪一种考量,他似乎都犯了错误。因为在他启航之后,当时担任萨摩斯将军的哲学家、伊萨革涅斯之子梅利索斯,轻视战船数量稀少或那些将军的缺乏经验,遂说服公民进攻雅典人。战斗爆发后,萨摩斯人取得了胜利,俘虏了雅典人的许多士兵,摧毁了许多船只,从而控制了海洋,并储备了他们此前所匮乏的一切战备必需品。
ὑπὸ δὲ τοῦ Μελίσσου καὶ Περικλέα φησὶν αὐτὸν Ἀριστοτέλης ἡττηθῆναι ναυμαχοῦντα πρότερον. οἱ δὲ Σάμιοι τοὺς αἰχμαλώτους τῶν Ἀθηναίων ἀνθυβρίζοντες ἔστιζον εἰς τὸ μέτωπον γλαῦκας· καὶ γὰρ ἐκείνους οἱ Ἀθηναῖοι σάμαιναν.2 ἡ δὲ σάμαινα ναῦς ἐστιν ὑόπρωρος μὲν τὸ σίμωμα,3 κοιλοτέρα δὲ καὶ γαστροειδής, ὥστε καὶ ποντοπορεῖν καὶ ταχυναυτεῖν.
亚里士多德说,伯里克利本人此前在一次海战中也曾被梅利索斯击败。萨摩斯人为了对雅典俘虏施以侮辱性的报复,在他们的前额刺上猫头鹰的印记;因为雅典人此前也在他们的额上刺过萨迈纳船。萨迈纳船,是一种反翘的鼻端像猪鼻一般,但舱底更深、腹部更膨大的船只,以便既能远洋航行又能快速行驶。
οὕτω δʼ ὠνομάσθη διὰ τὸ πρῶτον ἐν Σάμῳ φανῆναι, Πολυκράτους τυράννου κατασκευάσαντος. πρὸς ταῦτα τὰ στίγματα λέγουσι καὶ τὸ Ἀριστοφάνειον ᾐνίχθαι· "Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυγράμματος."
它之所以得此名,是因为它最初由僭主波利克拉特斯建造而出现在萨摩斯。人们说,阿里斯托芬的那句诗也是讽喻这些刺字而作的: “萨摩斯的平民是何其满身字迹(斑纹累累)啊。”
- 26.1Φοινισσῶν νεῶν ἐπικούρων τοῖς Σαμίοις προσφερομένων ἀπαντῆσαι καὶ διαγωνίσασθαι πορρωτάτω βουλόμενος
Φοινισσῶν νεῶν ... προσφερομένων 是属格独立结构,表伴随状况或原因(“当腓尼基船只前来支援之际”)。分词 βουλόμενος 与主句主语(伯里克利)一致,并支配两个不定式 ἀπαντῆσαι 和 διαγωνίσασθαι 以表示目的。
- 26.3καὶ γὰρ ἐκείνους οἱ Ἀθηναῖοι σάμαιναν
该句承前省略了动词 ἔστιζον(刺字、打印)和状语 εἰς τὸ μέτωπον(在前额)。σάμαιναν(表示所刺印记的内在宾格)与指人的宾语 ἐκείνους 构成双重宾格。
- 26.3ὑόπρωρος μὲν τὸ σίμωμα
τὸ σίμωμα(向上弯曲、翘起处)为限制格(宾格表示方面),限定形容词 ὑόπρωρος(具有猪鼻状船头的),意为“就其翘起的鼻端而言具有猪鼻状的船头”。
