- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:25.1-25.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伯里克利介入萨摩斯与米利都的纷争出征萨摩斯,推翻寡头政体并建立民主政体;面对萨摩斯人在波斯总督支持下的再次叛乱,他在特拉吉亚海战中击溃了敌军。
τὸν δὲ πρὸς Σαμίους πόλεμον αἰτιῶνται μάλιστα τὸν Περικλέα ψηφίσασθαι διὰ Μιλησίους Ἀσπασίας δεηθείσης. αἱ γὰρ πόλεις ἐπολέμουν τὸν περὶ Πριήνης πόλεμον, καὶ κρατοῦντες οἱ Σάμιοι, παύσασθαι τῶν Ἀθηναίων κελευόντων καὶ δίκας λαβεῖν καὶ δοῦναι παρʼ αὐτοῖς,1 οὐκ ἐπείθοντο. πλεύσας οὖν ὁ Περικλῆς τὴν μὲν οὖσαν ὀλιγαρχίαν ἐν Σάμῳ κατέλυσεν, τῶν δὲ πρώτων λαβὼν ὁμήρους πεντήκοντα καὶ παῖδας ἴσους εἰς Λῆμνον ἀπέστειλε.
然而,人们最责难伯里克利的,是他因米利都人的缘故、应阿斯帕西娅的请求而促成了对萨摩斯的开战决议。因为这两座城邦当时正为争夺普里埃内而作战,处于上风的萨摩斯人在雅典人命令他们停战并在雅典人面前互行仲裁审理时,拒不听从。于是伯里克利扬帆出征,废除了萨摩斯现存的寡头政体,从要人中拘押了五十名成年男子及同等数目的少年作为人质,送往利姆诺斯岛。
καίτοι φασὶν ἕκαστον μὲν αὐτῷ τῶν ὁμήρων διδόναι2 τάλαντον ὑπὲρ ἑαυτοῦ, πολλὰ δʼ ἄλλα τοὺς μὴ θέλοντας ἐν τῇ πόλει γενέσθαι δημοκρατίαν. ἔτι δὲ Πισσούθνης ὁ Πέρσης ἔχων τινὰ πρὸς Σαμίους εὔνοιαν ἀπέστειλεν αὐτῷ μυρίους χρυσοῦς, παραιτούμενος τὴν πόλιν. οὐ μὴν ἔλαβε τούτων οὐδὲν ὁ Περικλῆς, ἀλλὰ χρησάμενος ὥσπερ ἐγνώκει τοῖς Σαμίοις καὶ καταστήσας δημοκρατίαν ἀπέπλευσεν εἰς τὰς Ἀθήνας.
不过据说,每名人质都愿为自己献给他一塔兰同,那些不愿在城中建立民主政体的人也愿提供其他巨款。此外,波斯人丕苏忒奈斯因对萨摩斯人怀有某种善意,也为城邦求情而送给他一万枚金币。然而伯里克利分文未取,只是照预定的主意处置了萨摩斯人,在建立民主政体之后便启航返回雅典。
οἱ δʼ εὐθὺς ἀπέστησαν, ἐκκλέψαντος αὐτοῖς τοὺς ὁμήρους Πισσούθνου καὶ τἆλλα παρασκευάσαντος πρὸς τὸν πόλεμον. αὖθις οὖν ὁ Περικλῆς ἐξέπλευσεν ἐπʼ αὐτοὺς οὐχ ἡσυχάζοντας οὐδὲ κατεπτηχότας, ἀλλὰ καὶ πάνυ προθύμως ἐγνωκότας ἀντιλαμβάνεσθαι τῆς θαλάττης.3 γενομένης δὲ καρτερᾶς ναυμαχίας περὶ νῆσον ἣν Τραγίας καλοῦσι, λαμπρῶς ὁ Περικλῆς ἐνίκα, τέσσαρσι καὶ τεσσαράκοντα ναυσὶν ἑβδομήκοντα καταναυμαχήσας, ὧν εἴκοσι στρατιώτιδες ἦσαν.
但是他们随即发动了叛乱,因为丕苏忒奈斯替他们偷出了人质,并为战争筹备了其他物资。于是伯里克利再度率军驶向他们;而他们既未安分守己,亦未畏缩退却,反而极其昂扬地决意争夺制海权。在他们称为特拉吉亚的岛屿附近发生了一场激烈的海战,伯里克利大获全胜,以四十四艘战船击溃了对方七十艘(其中二十艘为运兵船)。
- 25.1δίκας λαβεῖν καὶ δοῦναι παρʼ αὐτοῖς
古希腊司法惯用语,字面意为“获得并给予判决”,即双方相互接受仲裁并依法律程序解决纷争。介词短语 παρʼ αὐτοῖς(“在他们[雅典人]面前”)指明了主持仲裁的司法主体或场所。
- 25.2διδόναι
间接引语中的现在时不定词,带企图/尝试(conative)含义,表示“意图给予/提出提供”。后文明确提到伯里克利分文未取(οὐ μὴν ἔλαβε τούτων οὐδέν),印证了此处的动作仅为提出金钱诱惑而非实际交付。
- 25.3ἀντιλαμβάνεσθαι τῆς θαλάττης
中动态动词 ἀντιλαμβάνομαι 支配属格补足语(τῆς θαλάττης),意为“抓住、争夺”,此处指主动图谋争夺对海洋的控制权(制海权)。
