- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:24.1-24.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克将出征萨摩斯的动机与阿斯帕西娅联系起来,记述了她的出身、交游、伯里克利对她的深挚爱情、喜剧诗人的嘲弄,以及小居鲁士以其名字命名宠妾的逸事。
ἐκ τούτου γενομένων σπονδῶν Ἀθηναίοις καὶ Λακεδαιμονίοις εἰς ἔτη τριάκοντα ψηφίζεται τὸν εἰς Σάμον πλοῦν,1 αἰτίαν ποιησάμενος κατʼ αὐτῶν ὅτι τὸν πρὸς Μιλησίους κελευόμενοι διαλύσασθαι πόλεμον οὐχ ὑπήκουον. ἐπεὶ δʼ Ἀσπασίᾳ χαριζόμενος δοκεῖ πρᾶξαι τὰ πρὸς Σαμίους, ἐνταῦθα ἂν εἴη καιρὸς διαπορῆσαι μάλιστα περὶ τῆς ἀνθρώπου, τίνα τέχνην ἢ δύναμιν τοσαύτην ἔχουσα τῶν τε πολιτικῶν τοὺς πρωτεύοντας ἐχειρώσατο καὶ τοῖς φιλοσόφοις οὐ φαῦλον οὐδʼ ὀλίγον ὑπὲρ αὑτῆς παρέσχε λόγον.
此后,雅典人与拉刻代蒙人之间缔结了为期三十年的和约,伯里克利促使公民大会通过了出征萨摩斯的法令,所用的罪名是萨摩斯人虽奉命结束与米利都人的战争,却拒不听从。由于他被认为是为了取悦阿斯帕西娅才对萨摩斯人采取行动,因此在此处深入探究这个女人,正当其时:她究竟拥有何种技巧或如此巨大的能耐,竟能制伏政界首脑,并为哲学家们提供了关于她自己的非同小可且数量不少的谈资。
ὅτι μὲν γὰρ ἦν Μιλησία γένος, Ἀξιόχου θυγάτηρ, ὁμολογεῖται· φασὶ δʼ αὐτὴν Θαργηλίαν τινὰ τῶν παλαιῶν Ἰάδων ζηλώσασαν ἐπιθέσθαι τοῖς δυνατωτάτοις ἀνδράσι. καὶ γὰρ ἡ Θαργηλία τό τʼ εἶδος εὐπρεπὴς γενομένη καὶ χάριν ἔχουσα μετὰ δεινότητος πλείστοις μὲν Ἑλλήνων συνῴκησεν ἀνδράσι, πάντας δὲ προσεποίησε βασιλεῖ τοὺς πλησιάσαντας αὐτῇ, καὶ ταῖς πόλεσι μηδισμοῦ διʼ ἐκείνων ὑπέσπειρεν ἀρχὰς δυνατωτάτων ὄντων καὶ μεγίστων.
普遍公认的是,她按出身是米利都人,为阿克西奥科斯之女;但人们说,她是效法了古代爱奥尼亚女性中的萨尔格利亚,才去攀附最有权势的男子的。因为萨尔格利亚不仅容貌端丽,兼具魅力与精明的才智,而且与极多的希腊男子同居,更使所有接近她的人都归附于波斯国王,并借由这些人——因他们皆是最具权势和显赫的人物——在诸城邦中播下了亲波斯主义(美狄亚化)的种子。
τὴν δʼ Ἀσπασίαν οἱ μὲν ὡς σοφήν τινα καὶ πολιτικὴν ὑπὸ τοῦ Περικλέους σπουδασθῆναι λέγουσι· καὶ γὰρ Σωκράτης ἔστιν ὅτε μετὰ τῶν γνωρίμων ἐφοίτα, καὶ τὰς γυναῖκας ἀκροασομένας οἱ συνήθεις ἦγον ὡς αὐτήν, καίπερ οὐ κοσμίου προεστῶσαν ἐργασίας οὐδὲ σεμνῆς, ἀλλὰ παιδίσκας ἑταιρούσας τρέφουσαν·
至于阿斯帕西娅,有人说她是因为聪明并富有政治才能而受到伯里克利的青睐。事实上,苏格拉底有时也带着弟子们前往造访她,熟悉的人也把自己的妻子带到她那里听她言谈,尽管她操持着一种既不体面也不高尚的营生,蓄养少女充当交际花。
Αἰσχίνης δέ φησι καὶ Λυσικλέα τὸν προβατοκάπηλον ἐξ ἀγεννοῦς καὶ ταπεινοῦ τὴν φύσιν Ἀθηναίων γενέσθαι πρῶτον, Ἀσπασίᾳ συνόντα μετὰ τὴν Περικλέους τελευτήν. ἐν δὲ τῷ Μενεξένῳ τῷ Πλάτωνος, εἰ καὶ μετὰ παιδιᾶς τὰ πρῶτα γέγραπται, τοσοῦτόν γʼ ἱστορίας ἔνεστιν, ὅτι δόξαν εἶχε τὸ γύναιον ἐπὶ ῥητορικῇ πολλοῖς Ἀθηναίων ὁμιλεῖν.
埃斯基涅斯还说,羊贩子吕西克勒斯本性卑微低贱,却在伯里克利死后通过与阿斯帕西娅同居,跃升为雅典的第一要人。在柏拉图的《美涅克塞努斯》中,即便开篇部分带有戏谑的成分,但至少包含着这样的史实:这个妇人因擅长修辞术而享有盛誉,并与许多雅典人有所交往。
φαίνεται μέντοι μᾶλλον ἐρωτική τις ἡ τοῦ Περικλέους ἀγάπησις γενομένη πρὸς Ἀσπασίαν. ἦν μὲν γὰρ αὐτῷ γυνὴ προσήκουσα μὲν κατὰ γένος, συνῳκηκυῖα δʼ Ἱππονίκῳ πρότερον, ἐξ οὗ Καλλίαν ἔτεκε τὸν πλούσιον· ἔτεκε δὲ καὶ παρὰ τῷ Περικλεῖ Ξάνθιππον καὶ Πάραλον. εἶτα τῆς συμβιώσεως οὐκ οὔσης αὐτοῖς ἀρεστῆς, ἐκείνην μὲν ἑτέρῳ βουλομένην συνεξέδωκεν,2 αὐτὸς δὲ τὴν Ἀσπασίαν λαβὼν ἔστερξε διαφερόντως.
然而,伯里克利对阿斯帕西娅的情感似乎更多是出于男女之爱。因为他原本娶了一位与他同族的妇人为妻,她先前曾与希波尼库斯结合,并为后者生下了富豪卡利亚斯;在伯里克利这里,她也生下了克珊提普斯和帕拉卢斯。后来,由于他们共同的生活并不惬意,伯里克利在她本人同意的情况下将她另嫁他人,自己则迎娶了阿斯帕西娅,对她异乎寻常地深爱。
καὶ γὰρ ἐξιών, ὥς φασι, καὶ εἰσιὼν ἀπʼ ἀγορᾶς ἠσπάζετο καθʼ ἡμέραν αὐτὴν μετὰ τοῦ καταφιλεῖν. ἐν δὲ ταῖς κωμῳδίαις Ὀμφάλη τε νέα καὶ Δηϊάνειρα καὶ πάλιν Ἥρα προσαγορεύεται. Κρατῖνος δʼ ἄντικρυς παλλακὴν αὐτὴν εἴρηκεν ἐν τούτοις· "Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει Καταπυγοσύνη3 παλλακὴν κυνώπιδα." δοκεῖ δὲ καὶ τὸν νόθον ἐκ ταύτης τεκνῶσαι, περὶ οὗ πεποίηκεν Εὔπολις ἐν Δήμοις αὐτὸν μὲν οὕτως ἐρωτῶντα· "ὁ νόθος δέ μοι ζῇ;" τὸν δὲ Μυρωνίδην ἀποκρινόμενον· "καὶ πάλαι γʼ ἂν ἦν ἀνήρ, εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν.4"
据说,他每天不论出门还是从广场归来,都会吻她以示问候。在喜剧中,她被称为“新翁法勒”、“代阿涅拉”,又被称为“赫拉”。克拉提诺斯更在诗句中直截了当地称她为情妇: “放荡之神为他生下了赫拉阿斯帕西娅,一个长着狗眼的荡妇情人。” 他似乎还与她生下了一个私生子,对此欧波利斯在《德摩斯》中描写他如此发问: “我的私生子还活着吗?” 而米罗尼得斯回答道: “若不是畏缩于那个娼妇母亲带来的耻辱, 他本早已成器为人了。”
οὕτω δὲ τὴν Ἀσπασίαν ὀνομαστὴν καὶ κλεινὴν γενέσθαι λέγουσιν ὥστε καὶ Κῦρον τὸν πολεμήσαντα βασιλεῖ περὶ τῆς τῶν Περσῶν ἡγεμονίας τὴν ἀγαπωμένην ὑπʼ αὐτοῦ μάλιστα τῶν παλλακίδων Ἀσπασίαν ὀνομάσαι, καλουμένην Μιλτὼ πρότερον. ἦν δὲ Φωκαῒς τὸ γένος, Ἑρμοτίμου θυγάτηρ· ἐν δὲ τῇ μάχῃ Κύρου πεσόντος ἀπαχθεῖσα πρὸς βασιλέα πλεῖστον ἴσχυσε. ταῦτα μὲν ἐπελθόντα τῇ μνήμῃ κατὰ τὴν γραφὴν ἀπώσασθαι καὶ παρελθεῖν ἴσως ἀπάνθρωπον ἦν.5
据说阿斯帕西娅变得如此声名显赫,以至于为争夺波斯霸权而向国王开战的小居鲁士,也将自己最宠爱的姬妾命名为阿斯帕西娅,她原名叫米尔托。她出身于福西亚,是赫尔莫提摩斯之女;居鲁士战死后,她被送交国王,并获得了极大的权势。在撰写过程中既然忆及这些琐事,若是将其弃置不顾、略过不提,或许也显得不近人情了。
- 24.1ψηφίζεται τὸν εἰς Σάμον πλοῦν
中动语态 ψηφίζεται 在此处具有政治使役意义,指由他本人提议并在公民大会中使之通过决议。宾语 τὸν ... πλοῦν 指对萨摩斯的出征(航行)。
- 24.5ἐκείνην μὲν ἑτέρῳ βουλομένην συνεξέδωκεν
ἑτέρῳ 为与格,指再婚的对象。分词 βουλομένην 为阴性单数宾格,与宾语 ἐκείνην(前妻)一致,表示她本人的意愿(“在她同意的情况下”)。复合动词 συνεξέδωκεν 意为“协助将她改嫁”。
- 24.6Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει Καταπυγοσύνη
引自喜剧诗人克拉提诺斯的残篇。主语是拟人化的 Καταπυγοσύνη(放荡/淫乱)。οἱ 为第三人称代词与格,指代伯里克利(“为他”)。Ἥραν 与 Ἀσπασίαν 同格(“赫拉阿斯帕西娅”),随后的 παλλακὴν κυνώπιδα(“长着狗眼的荡妇情妇”)亦作同格修饰。
- 24.6καὶ πάλαι γʼ ἂν ἦν ἀνήρ, εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν
非真实条件句(与过去或延续至今的事实相反)。主句由 ἄν + 未完成过去直陈式(ἦν)构成,从句由 εἰ + 未完成过去直陈式(ὑπωρρώδει)构成。“若不是畏惧那娼妇带来的祸患,他早就成为男子汉了”。τὸ τῆς πόρνης κακόν 意指其母亲身为妓女所招致的社会与法律污名及障碍。
- 24.7ἴσως ἀπάνθρωπον ἦν
直陈式未完成过去时 ἦν 未带 ἄν,与表示适宜、可能或情感评价的形容词(此处为 ἀπάνθρωπον,“不近人情的/苛刻的”)连用,表达委婉的潜在判断或反事实语气(“或许就显得太不近人情了”)。
