← 普鲁塔克

伯里克利传

§21.1-21.2

遏制斯巴达与介入第二次神圣战争

伯里克利遏制对外扩张冲动,专注于守成与遏制斯巴达,并在神圣战争中出兵德尔斐与斯巴达针锋相对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ἀλλʼ ὁ Περικλῆς κατεῖχε τὴν ἐκδρομὴν ταύτην καὶ περιέκοπτε τὴν πολυπραγμοσύνην, καὶ τὰ πλεῖστα τῆς δυνάμεως ἔτρεπεν εἰς φυλακὴν καὶ βεβαιότητα τῶν ὑπαρχόντων, μέγα ἔργον ἡγούμενος ἀνείργειν Λακεδαιμονίους καὶ ὅλως ὑπεναντιούμενος ἐκείνοις, ὡς ἄλλοις τε πολλοῖς ἔδειξε καὶ μάλιστα τοῖς περὶ τὸν ἱερὸν πραχθεῖσι πόλεμον.

然而,伯里克利遏制了这种向外奔突的冲动,削减了多管闲事的野心,将大部分兵力用于守护和巩固既有的一切;他认为遏制拉刻代蒙人是一项重大事业,并全面与他们针锋相对,这一点正如他在许多其他事情上、尤其是在神圣战争中所采取的行动所展现的那样。

§21.2

ἐπεὶ γὰρ οἱ Λακεδαιμόνιοι στρατεύσαντες εἰς Δελφοὺς Φωκέων ἐχόντων τὸ ἱερὸν1 Δελφοῖς ἀπέδωκαν, εὐθὺς ἐκείνων ἀπαλλαγέντων ὁ Περικλῆς ἐπιστρατεύσας πάλιν εἰσήγαγε τοὺς Φωκέας. καὶ τῶν Λακεδαιμονίων ἣν ἔδωκαν αὐτοῖς Δελφοὶ προμαντείαν2 εἰς τὸ μέτωπον ἐγκολαψάντων τοῦ χαλκοῦ λύκου, λαβὼν καὶ αὐτὸς προμαντείαν τοῖς Ἀθηναίοις εἰς τὸν αὐτὸν λύκον κατὰ τὴν δεξιὰν πλευρὰν ἐνεχάραξεν.

因为当拉刻代蒙人进军德尔斐,将当时由福基斯人占领的圣地交还给德尔斐人后,他们一撤离,伯里克利便立刻率军进发,再次引回了福基斯人。而且,当拉刻代蒙人把德尔斐人赐予他们的先问神谕特权镌刻在青铜狼的额头上时,伯里克利自己也为雅典人争取到了先问神谕特权,并将其镌刻在同一只狼的右侧肋部。

语法注2 条
  1. 21.2Φωκέων ἐχόντων τὸ ἱερὸν

    属格绝对结构。用作主动词 ἀπέδωκαν(交还)的背景状语,说明在斯巴达人干涉前圣地正处于福基斯人控制之下的客观情势。

  2. 21.2ἣν ἔδωκαν αὐτοῖς Δελφοὶ προμαντείαν

    先行词内化结构:名词 προμαντείαν 被吸收到由关系代词 ἣν 引导的关系从句内部。在句法上,它作为属格绝对结构中分词 ἐγκολαψάντων 的直接宾语,语义等同于 τὴν προμαντείαν ἣν ἔδωκαν αὐτοῖς Δελφοί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:21.1-21.2