- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:22.1-22.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对优卑亚叛乱与伯罗奔尼撒军队入侵阿提卡的危机,伯里克利通过贿赂敌方顾问克莱安德里达斯,成功迫使敌军撤退。
ὅτι δʼ ὀρθῶς ἐν τῇ Ἑλλάδι τὴν δύναμιν τῶν Ἀθηναίων συνεῖχεν, ἐμαρτύρησεν αὐτῷ τὰ γενόμενα. πρῶτον μὲν γὰρ Εὐβοεῖς ἀπέστησαν, ἐφʼ οὓς διέβη μετὰ δυνάμεως. εἶτʼ εὐθὺς ἀπηγγέλλοντο Μεγαρεῖς ἐκπεπολεμωμένοι1 καὶ στρατιὰ πολεμίων ἐπὶ τοῖς ὅροις τῆς Ἀττικῆς οὖσα, Πλειστώνακτος ἡγουμένου, βασιλέως Λακεδαιμονίων.
他将雅典的军力收拢在希腊本土的做法是正确的,后来的事态发展证实了这一点。因为首先是优卑亚人发动叛乱,伯里克利遂率军渡海讨伐他们。紧接着又传来消息,称墨伽拉人已转入敌对状态,拉刻代蒙国王普勒斯托阿纳克斯正率领敌军压境阿提卡边境。
πάλιν οὖν ὁ Περικλῆς κατὰ τάχος ἐκ τῆς Εὐβοίας ἀνεκομίζετο πρὸς τὸν ἐν τῇ Ἀττικῇ πόλεμον· καὶ συνάψαι μὲν εἰς χεῖρας οὐκ ἐθάρσησε πολλοῖς καὶ ἀγαθοῖς ὁπλίταις προκαλουμένοις,2 ὁρῶν δὲ τὸν Πλειστώνακτα νέον ὄντα κομιδῇ, χρώμενον δὲ μάλιστα Κλεανδρίδῃ τῶν συμβούλων, ὃν οἱ ἔφοροι φύλακα καὶ πάρεδρον αὐτῷ διὰ τὴν ἡλικίαν συνέπεμψαν, ἐπειρᾶτο τούτου κρύφα· καὶ ταχὺ διαφθείρας χρήμασιν αὐτὸν ἔπεισεν ἐκ τῆς Ἀττικῆς ἀπαγαγεῖν τοὺς Πελοποννησίους.
于是,伯里克利急忙从优卑亚返回,以应对阿提卡的战事;他不敢与那些向他挑战的众多精锐重装步兵交锋肉搏,但见普勒斯托阿纳克斯十分年轻,而且在顾问中尤为依仗克莱安德里达斯——监察官们因国王年轻而派此人同行作为其监护人与辅佐官——便秘密地试探他;他在短时间内用金钱腐蚀了对方,说服他将伯罗奔尼撒人撤出阿提卡。
ὡς δʼ ἀπεχώρησεν ἡ στρατιὰ καὶ διελύθη κατὰ πόλεις, βαρέως φέροντες οἱ Λακεδαιμόνιοι τὸν μὲν βασιλέα χρήμασιν ἐζημίωσαν, ὧν τὸ πλῆθος οὐκ ἔχων ἐκτῖσαι3 μετέστησεν ἑαυτὸν ἐκ Λακεδαίμονος, τοῦ δὲ Κλεανδρίδου φεύγοντος θάνατον κατέγνωσαν. οὗτος δʼ ἦν πατὴρ Γυλίππου τοῦ περὶ Σικελίαν Ἀθηναίους καταπολεμήσαντος. ἔοικε δʼ ὥσπερ συγγενικὸν αὐτῷ προστρίψασθαι νόσημα τὴν φιλαργυρίαν ἡ φύσις,4 ὑφʼ ἧς καὶ αὐτὸς αἰσχρῶς ἐπὶ καλοῖς ἔργοις ἁλοὺς ἐξέπεσε τῆς Σπάρτης. ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Λυσάνδρου δεδηλώκαμεν.
当军队撤退并各自解散回城邦后,拉刻代蒙人对此极为恼怒,对国王处以罚金,国王因无力偿还巨款而自行流亡,离开了拉刻代蒙;至于逃亡在外的克莱安德里达斯,他们则判处了他死刑。此人正是后来在西西里击败雅典人的吉利普斯的父亲。看来自然天性似乎把贪财当作一种遗传性疾病传染给了吉利普斯,正是由于这种贪念,他自己也在立下辉煌战功之后可耻地败露,并被逐出斯巴达。不过,这些事情我们在《吕珊德传》中已经阐明了。
- 22.1ἀπηγγέλλοντο Μεγαρεῖς ἐκπεπολεμωμένοι
人称被动句构:被动语态动词 ἀπηγγέλλοντο 支配主格主语(Μεγαρεῖς 与 στρατιά)及其连带的分词(ἐκπεπολεμωμένοι 与 οὖσα),在意义上等同于“据报道,墨伽拉人已处于战争状态……”。
- 22.2πολλοῖς καὶ ἀγαθοῖς ὁπλίταις προκαλουμένοις
该与格短语取决于成语 συνάψαι εἰς χεῖρας(“与……交手/交战”),作表示对战对手的与格;προκαλουμένοις 为修饰 ὁπλίταις 的分词(“向其挑战的”)。
- 22.3ὧν τὸ πλῆθος οὐκ ἔχων ἐκτῖσαι
关系代词 ὧν 指代前文的 χρήμασιν(罚金),作部分属格依附于 τὸ πλῆθος(“其数额”);οὐκ ἔχων 搭配不定词 ἐκτῖσαι 表示能力(“无法偿还”)。
- 22.3ὥσπερ συγγενικὸν αὐτῷ προστρίψασθαι νόσημα τὴν φιλαργυρίαν ἡ φύσις
动词 προστρίβομαι 在此为比喻用法(“将……擦染于、嫁祸于”)。宾格 τὴν φιλαργυρίαν 为直接宾语,συγγενικὸν νόσημα 作谓语性同位语(“当作家族遗传病”),与格 αὐτῷ 指吉利普斯。
