- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:20.1-20.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伯里克利远征本都,援助希腊城邦并威慑蛮族部族,随后向西诺佩派遣驻军与殖民者;同时,他遏制了雅典公民意图向埃及、西西里等地盲目扩张的野心。
εἰς δὲ τὸν Πόντον εἰσπλεύσας στόλῳ μεγάλῳ καὶ κεκοσμημένῳ λαμπρῶς ταῖς μὲν Ἑλληνίσι πόλεσιν ὧν ἐδέοντο διεπράξατο καὶ προσηνέχθη φιλανθρώπως, τοῖς δὲ περιοικοῦσι βαρβάροις ἔθνεσι καὶ βασιλεῦσιν αὐτῶν καὶ δυνάσταις ἐπεδείξατο μὲν τῆς δυνάμεως τὸ μέγεθος καὶ τὴν ἄδειαν καὶ τὸ θάρσος ᾗ βούλοιντο πλεόντων καὶ πᾶσαν ὑφʼ αὑτοῖς πεποιημένων τὴν θάλασσαν,1 Σινωπεῦσι δὲ τρισκαίδεκα ναῦς ἀπέλιπε μετὰ Λαμάχου καὶ στρατιώτας ἐπὶ Τιμησίλεων τύραννον.
他率领一支规模庞大且装备精良的舰队驶入本都,为当地的希腊城邦办成了他们所请求的一切,并予以仁善的对待;对于周边居住的蛮族部落及其国王和统治者,他展现了己方势力的强大,以及随心所欲航行并已将整个海域控制在手之人的无畏与胆魄。此外,他还为西诺佩人留下了拉马科斯统领的十三艘战船及士兵,用以对付僭主提梅西莱奥斯。
ἐκπεσόντος δὲ τούτου καὶ τῶν ἑταίρων ἐψηφίσατο πλεῖν εἰς Σινώπην Ἀθηναίων ἐθελοντὰς ἑξακοσίους καὶ συγκατοικεῖν Σινωπεῦσι, νειμαμένους οἰκίας καὶ χώραν ἣν πρότερον οἱ τύραννοι κατεῖχον. τἆλλα δʼ οὐ συνεχώρει ταῖς ὁρμαῖς τῶν πολιτῶν, οὐδὲ συνεξέπιπτεν ὑπὸ ῥώμης καὶ τύχης τοσαύτης ἐπαιρομένων2 Αἰγύπτου τε πάλιν ἀντιλαμβάνεσθαι καὶ κινεῖν τῆς βασιλέως ἀρχῆς τὰ πρὸς θαλάσσῃ.
在此僭主及其党羽被驱逐之后,他提议并通过了一项法令,派遣六百名雅典志愿殖民者航往西诺佩,与当地人共同定居,分配此前由僭主们占据的房屋和土地。但在其他方面,他并未顺从公民们的冲动,也没有随同那些因拥有如此强大的力量和幸运而心浮气躁、企图再次染指埃及并动摇波斯国王帝国沿海疆土的人一同失控。
πολλοὺς δὲ καὶ Σικελίας ὁ δύσερως ἐκεῖνος ἤδη καὶ δύσποτμος ἔρως εἶχεν, ὃν ὕστερον ἐξέκαυσαν οἱ περὶ τὸν Ἀλκιβιάδην ῥήτορες. ἦν δὲ καὶ Τυρρηνία καὶ Καρχηδὼν ἐνίοις ὄνειρος οὐκ ἀπʼ ἐλπίδος3 διὰ τὸ μέγεθος τῆς ὑποκειμένης ἡγεμονίας καὶ τὴν εὔροιαν τῶν πραγμάτων.
当时许多人心中已经萌生了对西西里那种畸形且厄运重重的狂热欲望,这一欲望后来被阿尔基比亚德斯周围的演说家们进一步煽动起来。更有甚者,鉴于眼前霸权的规模以及诸事的顺遂,第勒尼安乃至迦太基在某些人看来也并非毫无指望的梦想。
- 20.1ᾗ βούλοιντο πλεόντων καὶ πᾶσαν ὑφʼ αὑτοῖς πεποιημένων τὴν θάλασσαν
属格分词 πλεόντων 与 πεποιημένων 在句中并无显式出现的逻辑主语(指代雅典人)。在句法上,它们作前文宾语(τὸ μέγεθος、τὴν ἄδειαν、τὸ θάρσος)的修饰语(属格定语),表属性或所属,即“随心所欲航行并将整片海域置于自身控制之下的人所具有的(强大、无畏与胆魄)”。
- 20.2οὐ συνεξέπιπτεν ὑπὸ ῥώμης καὶ τύχης τοσαύτης ἐπαιρομένων
复合动词 συνεκπίπτω 本义为“一同跌出/被冲走”,在此比喻性地指“被他人的冲动裹挟而失去冷静”。属格分词 ἐπαιρομένων 指代雅典市民,整句表达伯里克利并未随同那些因莫大力量与好运而头脑发热的人一同失控盲动。
- 20.3οὐκ ἀπʼ ἐλπίδος
此为弱化陈述(litotes)的成句,否定介词短语 ἀπʼ ἐλπίδος(“脱离希望”、“毫无希望”),意为“并非毫无指望”或“非属空想”。它表明这些宏大野心在当时雅典的全盛国力之下,并非全然不切实际的幻梦。
