← 普鲁塔克

伯里克利传

§19.1-19.4

筑防客索尼索斯与环伯罗奔尼撒远征

伯里克利在地峡筑垒以保护客索尼索斯居民免受色雷斯人侵袭,随后又率领舰队环绕伯罗奔尼撒半岛巡航,在各处击退敌军并全身而退,取得巨大成功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

τῶν δὲ στρατηγιῶν ἠγαπήθη μὲν ἡ περὶ Χερρόνησον αὐτοῦ μάλιστα, σωτήριος γενομένη τοῖς αὐτόθι κατοικοῦσι τῶν Ἑλλήνων· οὐ γὰρ μόνον ἐποίκους Ἀθηναίων χιλίους κομίσας ἔρρωσεν εὐανδρίᾳ τὰς πόλεις, ἀλλὰ καὶ τὸν αὐχένα διαζώσας ἐρύμασι καὶ προβλήμασιν ἐκ θαλάττης εἰς θάλατταν ἀπετείχισε τὰς καταδρομὰς1 τῶν Θρᾳκῶν περικεχυμένων τῇ Χερρονήσῳ, καὶ πόλεμον ἐνδελεχῆ καὶ βαρὺν ἐξέκλεισεν, ᾧ συνείχετο πάντα τὸν χρόνον ἡ χώρα βαρβαρικαῖς ἀναμεμιγμένη γειτνιάσεσι καὶ γέμουσα λῃστηρίων ὁμόρων καὶ συνοίκων· ἐθαυμάσθη δὲ καὶ διεβοήθη πρὸς τοὺς ἐκτὸς ἀνθρώπους περιπλεύσας Πελοπόννησον,2 ἐκ Πηγῶν τῆς Μεγαρικῆς ἀναχθεὶς ἑκατὸν τριήρεσιν.

在他所有的远征中,前往客索尼索斯的那一次尤其深得人心,因为它为当地定居的希腊人带来了拯救。因为他不仅带来了千名雅典殖民者,以充沛的人力增强了各城邦的实力,而且还从大海到大海横贯地峡筑起堡垒与防壁,以城防彻底挡住了四面环绕客索尼索斯的色雷斯人的劫掠,从而终结了一场持久而沉重的战祸;此前,该地区与野蛮人邻邦杂居,且四处充斥着毗邻与同处的强盗,长期苦受此害。此外,他从墨伽里斯的佩盖率领一百艘三桨座战船起航,环绕伯罗奔尼撒半岛巡航,亦赢得了外界众人的赞叹与传颂。

§19.3

οὐ γὰρ μόνον ἐπόρθησε τῆς παραλίας πολλήν, ὡς Τολμίδης πρότερον, ἀλλὰ καὶ πόρρω θαλάττης3 προελθὼν τοῖς ἀπὸ τῶν νεῶν ὁπλίταις τοὺς μὲν ἄλλους εἰς τὰ τείχη συνέστειλε δείσαντας αὐτοῦ τὴν ἔφοδον, ἐν δὲ Νεμέᾳ Σικυωνίους ὑποστάντας καὶ συνάψαντας μάχην κατὰ κράτος τρεψάμενος ἔστησε τρόπαιον.

因为他不仅如先前的托尔米德斯那样劫掠了大片沿海地区,而且率领战船上的重装步兵深入远离海洋的内陆,使其余敌人因惧怕他的进攻而退缩至城墙之内;并在涅墨亚击溃了敢于抵抗并交战的西锡安人,树立了战胜纪念碑。

§19.4

ἐκ δʼ Ἀχαΐας φίλης οὔσης στρατιώτας ἀναλαβὼν εἰς τὰς τριήρεις ἐπὶ τὴν ἀντιπέρας ἤπειρον ἐκομίσθη τῷ στόλῳ, καὶ παραπλεύσας τὸν Ἀχελῷον Ἀκαρνανίαν κατέδραμε, καὶ κατέκλεισεν Οἰνιάδας εἰς τὸ τεῖχος, καὶ τεμὼν τὴν γῆν καὶ κακώσας ἀπῆρεν ἐπʼ οἴκου, φοβερὸς μὲν φανεὶς τοῖς πολεμίοις, ἀσφαλὴς δὲ καὶ δραστήριος τοῖς πολίταις. οὐδὲν γὰρ οὐδʼ ἀπὸ τύχης πρόσκρουσμα4 συνέβη περὶ τοὺς στρατευομένους.

接着,他又从友好的阿哈伊亚接纳士兵登上战船,率舰队渡往对岸的大陆,沿阿刻罗奥斯河航行,蹂躏了阿卡纳尼亚,将俄尼阿达伊人围困于城墙之中,在蹂躏了土地并造成巨大破坏之后踏上归途。他对敌人展现了可怕的一面,而对本国公民则表现得稳健而干练;因为即使由于偶然,随征将士亦未遭受任何挫折。

语法注4 条
  1. 19.1ἀπετείχισε τὰς καταδρομὰς

    动词 ἀποτειχίζω 通常以“人(敌人)”为宾语,意为“筑墙隔绝或围困”;此处则罕见地以动作名词 καταδρομάς(“侵袭、劫掠”)为直接宾语,属于压缩句式,意为“通过筑墙阻断了色雷斯人的袭扰”。

  2. 19.2περιπλεύσας Πελοπόννησον

    不定过去时分词 περιπλεύσας 与主句被动动词 ἐθαυμάσθη 及 διεβοήθη 的主语(伯里克利)保持一致,用作状语,指出他赢得赞赏与声誉的契机与原因(“因环航伯罗奔尼撒半岛而受到赞赏与传诵”)。

  3. 19.3πόρρω θαλάττης

    副词 πόρρω 支配属格 θαλάττης,意为“远离大海”或“深入内陆”(分离属格/处所属格)。

  4. 19.4οὐδὲν γὰρ οὐδʼ ἀπὸ τύχης πρόσκρουσμα

    οὐδὲν 与 οὐδέ 构成双重否定以加强否定语气。短语 οὐδʼ ἀπὸ τύχης 用作状语,意为“即使由于偶然/侥幸”,强调在整个远征中完全没有发生任何挫折或不测。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:19.1-19.4