- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:1.1-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文章以恺撒训诫溺爱宠物的异邦人之逸事为引,论述心智不应耗费于琐屑之物,而当投向基于美德的作为,并阐明了技艺之娴熟与真正德行培养之间的区别。
ξένους τινὰς ἐν Ῥώμῃ πλουσίους κυνῶν τέκνα καὶ πιθήκων ἐν τοῖς κόλποις περιφέροντας καὶ ἀγαπῶντας ἰδὼν ὁ Καῖσαρ, ὡς ἔοικεν, ἠρώτησεν εἰ παιδία παρʼ αὐτοῖς οὐ τίκτουσιν αἱ γυναῖκες,1 ἡγεμονικῶς σφόδρα νουθετήσας τοὺς τὸ φύσει φιλητικὸν ἐν ἡμῖν καὶ φιλόστοργον εἰς θηρία καταναλίσκοντας ἀνθρώποις ὀφειλόμενον.
恺撒在罗马见到某些富有的异邦人把狗犊和幼猴抱在怀里并抚爱它们,据闻便问道,他们那里的妇女难道不生孩子吗?他以此极其威严地训诫了那些将我们天生对人应有的爱意与深情虚掷在兽类身上的人。
ἆρʼ οὖν, ἐπεὶ φιλομαθές τι κέκτηται καὶ φιλοθέαμον ἡμῶν ἡ ψυχὴ φύσει, λόγον ἔχει ψέγειν τοὺς καταχρωμένους τούτῳ πρὸς τὰ μηδεμιᾶς ἄξια σπουδῆς ἀκούσματα καὶ θεάματα, τῶν δὲ καλῶν καὶ ὠφελίμων παραμελοῦντας; τῇ μὲν γὰρ αἰσθήσει κατὰ πάθος τῆς πληγῆς ἀντιλαμβανομένῃ τῶν προστυγχανόντων ἴσως ἀνάγκη πᾶν τὸ φαινόμενον, ἄν τε χρήσιμον ἄν τʼ ἄχρηστον ᾖ, θεωρεῖν, τῷ νῷ δʼ ἕκαστος εἰ βούλοιτο χρῆσθαι, καὶ τρέπειν ἑαυτὸν ἀεὶ καὶ μεταβάλλειν ῥᾷστα πρὸς τὸ δοκοῦν πέφυκεν,2 ὥστε χρὴ διώκειν τὸ βέλτιστον, ἵνα μὴ θεωρῇ μόνον, ἀλλὰ καὶ τρέφηται τῷ θεωρεῖν. ὡς γὰρ ὀφθαλμῷ χρόα πρόσφορος ἧς τὸ ἀνθηρὸν ἅμα καὶ τερπνὸν ἀναζωπυρεῖ καὶ τρέφει τὴν ὄψιν, οὕτω τὴν διάνοιαν ἐπάγειν δεῖ θεάμασιν ἃ τῷ χαίρειν πρὸς τὸ οἰκεῖον αὐτὴν ἀγαθὸν ἐκκαλεῖ.
那么,既然我们的灵魂天生具有某种好学且好睹的本性,对那些将此禀赋滥用于不值一顾的见闻、却忽视美好有益事物的人加以责备,难道不是合乎情理的吗?因为感觉基于受触动的被动经验而感知碰到的事物,或许必然要注视一切显现之物,无论其有用还是无用;但若各人欲运用心智,心智天生最容易随时转向并变换至自己所认定的事物上,因此应当追求那至善之物,以求不仅在注视,而且借注视而获得滋养。因为正如适合眼睛的是那种明丽与悦目同时复苏并滋养视觉的色彩一样,我们也必须将心智引向那些能以欢愉唤起它追求自身固有之善的景观。
ταῦτα δὲ ἔστιν ἐν τοῖς ἀπʼ ἀρετῆς ἔργοις, ἃ καὶ ζῆλόν τινα καὶ προθυμίαν ἀγωγὸν εἰς μίμησιν ἐμποιεῖ τοῖς ἱστορήσασιν· ἐπεὶ τῶν γʼ ἄλλων οὐκ εὐθὺς ἀκολουθεῖ τῷ θαυμάσαι τὸ πραχθὲν ὁρμὴ πρὸς τὸ πρᾶξαι· πολλάκις δὲ καὶ τοὐναντίον χαίροντες τῷ ἔργῳ τοῦ δημιουργοῦ καταφρονοῦμεν, ὡς ἐπὶ τῶν μύρων καὶ τῶν ἁλουργῶν τούτοις μὲν ἡδόμεθα,3 τοὺς δὲ βαφεῖς καὶ μυρεψοὺς ἀνελευθέρους ἡγούμεθα καὶ βαναύσους.
这些就存在于出于美德的事迹之中,美德的事迹能在考察了它们的人心中激起某种效法之心和引向模仿的热情;而对于其他事物,对已成之事的赞叹却并不随之立刻带来去实行的冲动。甚至往往适得其反,我们在喜爱作品的同时却轻视工匠,正如对于香膏和紫袍,我们喜爱这些物品,却认为染匠和香料制造者是不自由的鄙俗之人。
διὸ καλῶς μὲν Ἀντισθένης ἀκούσας ὅτι σπουδαῖός ἐστιν αὐλητὴς Ἰσμηνίας, ἀλλʼ ἄνθρωπος, ἔφη, μοχθηρός· οὐ γὰρ ἂν οὕτω σπουδαῖος ἦν αὐλητής· ὁ δὲ Φίλιππος πρὸς τὸν υἱὸν ἐπιτερπῶς ἔν τινι πότῳ ψήλαντα καὶ τεχνικῶς εἶπεν· οὐκ αἰσχύνῃ καλῶς οὕτω ψάλλων; ἀρκεῖ γάρ, ἂν βασιλεὺς ἀκροᾶσθαι ψαλλόντων σχολάζῃ, καὶ πολὺ νέμει ταῖς Μούσαις ἑτέρων ἀγωνιζομένων τὰ τοιαῦτα θεατὴς γιγνόμενος.
因此,当安提斯泰尼听说伊斯梅尼亚斯是一个优秀的笛手时,说得很好: “但他是一个卑劣之人;若非如此,他就不会是这么优秀的笛手了”;而腓力对在某次酒宴上弹奏得动听而技巧纯熟的儿子也说道: “你弹得这么好,难道不感到羞耻吗?” 因为国王若有余暇聆听弹奏者,便已足够;当别人在此类技艺上竞技时,他作为观众,便已极大地向缪斯致敬了。
- 1.1εἰ παιδία παρʼ αὐτοῖς οὐ τίκτουσιν αἱ γυναῖκες
在由 εἰ 引导的间接疑问从句中,使用了 οὐ 而非通常的 μή。这体现了一种强烈的修辞性预期或惊异(“难道妇女真的不生育孩子吗?”),将否定事实作为谈话者预设的反讽核心。
- 1.3τῷ νῷ δʼ ἕκαστος εἰ βούλοιτο χρῆσθαι, καὶ τρέπειν ἑαυτὸν ἀεὶ καὶ μεταβάλλειν ῥᾷστα πρὸς τὸ δοκοῦν πέφυκεν
主句动词 πέφυκεν 的主语虽在语法上可看似 ἕκαστος(“每个人天生具有使自己转向的能力”),但考虑到前文 τῇ αἰσθήσει(感觉)与 τῷ νῷ(心智)的严格对仗,τρέπειν ἑαυτόν(使自身转向)在语义上的真正主体实为心智本身。句首置前(topicalization)的 τῷ νῷ 既是 χρῆσθαι 的与格宾语,也是对偶的主题。
- 1.4ὡς ἐπὶ τῶν μύρων καὶ τῶν ἁλουργῶν τούτοις μὲν ἡδόμεθα
短语 ὡς ἐπὶ... 为引出例证的比较结构,意为“正如在……的情形中”。介词短语 ἐπὶ τῶν μύρων... 统摄后文由 μέν 和 δέ 形成对称的两个分句:既涵盖 τούτοις μὲν ἡδόμεθα(我们喜爱这些物品),也涵盖 τοὺς δὲ βαφεῖς...(但视染匠等人为鄙俗)。
