← 普鲁塔克

伯里克利传

§18.1-18.3

伯里克利的慎重与托尔米德斯战死

伯里克利在统军中因沉稳慎重、避开险局而著称。托尔米德斯不顾其劝阻执意冒险进军维奥蒂亚并在科罗内亚战败身亡,此事反使伯里克利作为富有远见与爱护同胞的领袖获得了极高声誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ἐν δὲ ταῖς στρατηγίαις εὐδοκίμει μάλιστα διὰ τὴν ἀσφάλειαν, οὔτε μάχης ἐχούσης πολλὴν ἀδηλότητα καὶ κίνδυνον ἑκουσίως ἁπτόμενος, οὔτε τοὺς ἐκ τοῦ παραβάλλεσθαι χρησαμένους τύχῃ λαμπρᾷ καὶ θαυμασθέντας ὡς μεγάλους ζηλῶν καὶ μιμούμενος στρατηγούς, ἀεί τε λέγων πρὸς τοὺς πολίτας ὡς ὅσον ἐπʼ αὐτῷ1 μενοῦσιν ἀθάνατοι πάντα τὸν χρόνον.

在统军方面,伯里克利尤其因其稳妥慎重而享有盛名。他绝不主动卷入充满巨大不确定性与危险的战斗,亦不羡慕或效仿那些因孤注一掷而侥幸大捷并被奉为伟大统帅的人;他总是对公民们说,只要取决于他,他们就将永远不死。

§18.2

ὁρῶν δὲ Τολμίδην τὸν Τολμαίου διὰ τὰς πρότερον εὐτυχίας καὶ διὰ τὸ τιμᾶσθαι διαφερόντως ἐκ τῶν πολεμικῶν σὺν οὐδενὶ καιρῷ παρασκευαζόμενον εἰς Βοιωτίαν ἐμβαλεῖν, καὶ πεπεικότα τῶν ἐν ἡλικίᾳ τοὺς ἀρίστους καὶ φιλοτιμοτάτους ἐθελοντὶ στρατεύεσθαι, χιλίους γενομένους ἄνευ τῆς ἄλλης δυνάμεως, κατέχειν ἐπειρᾶτο καὶ παρακαλεῖν ἐν τῷ δήμῳ, τὸ μνημονευόμενον εἰπών, ὡς εἰ μὴ πείθοιτο Περικλεῖ, τόν γε σοφώτατον οὐχ ἁμαρτήσεται σύμβουλον ἀναμείνας χρόνον.2

然而,当他看到托尔玛埃奥斯之子托尔米德斯由于往日的得志以及因军功享有的殊荣,竟毫无时机地准备入侵维奥蒂亚,并说服了适龄青年中最精锐、最重名誉者一千人(除其余兵力外)自愿随军出征时,伯里克利便在公民大会上试图阻止并劝谕他,并说出了那句名言:即使他不肯听从伯里克利,若等待时间这位最明智的谋士,他也不会犯错。

§18.3

τότε μὲν οὖν μετρίως εὐδοκίμησε τοῦτʼ εἰπών· ὀλίγαις δʼ ὕστερον ἡμέραις, ὡς ἀνηγγέλθη τεθνεὼς μὲν αὐτὸς Τολμίδης περὶ Κορώνειαν ἡττηθεὶς μάχῃ, τεθνεῶτες δὲ πολλοὶ κἀγαθοὶ τῶν πολιτῶν,3 μεγάλην τοῦτο τῷ Περικλεῖ μετʼ εὐνοίας δόξαν ἤνεγκεν, ὡς ἀνδρὶ φρονίμῳ καὶ φιλοπολίτῃ.

当时,说出这番话只获得了平平的称赞;但几天之后,当消息传来,托尔米德斯本人已在科罗内亚附近的战役中战败阵亡,许多优秀公民亦一同阵亡时,这便为伯里克利带来了巨大的声誉与爱戴,人们视他为深谋远虑且热爱同胞的人。

语法注3 条
  1. 18.1ὅσον ἐπʼ αὐτῷ

    意为“在他力所能及的范围内”或“只要取决于他”的习惯用法。介词 ἐπί 接与格表示权限、责任或掌控的范围。

  2. 18.2τόν γε σοφώτατον οὐχ ἁμαρτήσεται σύμβουλον ἀναμείνας χρόνον

    语序存在交错间隔(hyperbaton):动词 οὐχ ἁμαρτήσεται(“他不会犯错”)接补充(或表条件的)分词 ἀναμείνας(“等待/若是等待”),而宾格短语 τόν γε σοφώτατον ... σύμβουλον ... χρόνον(“至少是最明智的谋士——时间”)则是分词 ἀναμείνας 的宾语。

  3. 18.3ὡς ἀνηγγέλθη τεθνεὼς μὲν αὐτὸς Τολμίδης περὶ Κορώνειαν ἡττηθεὶς μάχῃ, τεθνεῶτες δὲ πολλοὶ κἀγαθοὶ τῶν πολιτῶν

    由连词 ὡς(“当……时”)引导的时间从句。被动语态动词 ἀνηγγέλθη(“获报/被报导”)接主格补充主语分词结构(τεθνεὼς ... Τολμίδης 与 τεθνεῶτες ... πολλοί),意为“当托尔米德斯本人阵亡……且众多公民亦阵亡的消息传来时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:18.1-18.3