- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:17.1-17.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对斯巴达的警惕,伯里克利提议通过法令,呼吁全希腊各邦在雅典召开大会,共商神庙重建、还愿牺牲与海上和平大计;雅典为此派出使节游说各方,但由于斯巴达的阻挠,这一计划最终落空。
ἀρχομένων δὲ Λακεδαιμονίων ἄχθεσθαι τῇ αὐξήσει τῶν Ἀθηναίων, ἐπαίρων ὁ Περικλῆς τὸν δῆμον ἔτι μᾶλλον μέγα φρονεῖν καὶ μεγάλων αὑτὸν ἀξιοῦν πραγμάτων, γράφει ψήφισμα, πάντας Ἕλληνας τοὺς ὁπήποτε κατοικοῦντας Εὐρώπης ἢ τῆς Ἀσίας παρακαλεῖν,1 καὶ μικρὰν πόλιν καὶ μεγάλην, εἰς σύλλογον πέμπειν Ἀθήναζε τοὺς βουλευσομένους περὶ τῶν Ἑλληνικῶν ἱερῶν, ἃ κατέπρησαν οἱ βάρβαροι, καὶ τῶν θυσιῶν ἃς ὀφείλουσιν ὑπὲρ τῆς Ἑλλάδος εὐξάμενοι τοῖς θεοῖς ὅτε πρὸς τοὺς βαρβάρους ἐμάχοντο, καὶ τῆς θαλάττης, ὅπως πλέωσι πάντες ἀδεῶς2 καὶ τὴν εἰρήνην ἄγωσιν.
当拉刻代蒙人开始对雅典的壮大感到恼恨时,伯里克利为了激发民众抱有更高尚的气概,并自视为足以承担宏大事业之人,便起草了一份法令:邀请无论居住在欧洲或亚洲何处的全体希腊人,不论其城邦大小,皆派遣代表前往雅典参加大会,以便共同商议被蛮族焚毁的希腊诸圣所之事,商议他们抗击蛮族时向诸神许愿、如今当为希腊全境补献的牺牲之事,以及商议大海之事,使人人皆得无所畏惧地航行并维持和平。
ἐπὶ ταῦτα δʼ ἄνδρες εἴκοσι τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων ἐπέμφθησαν, ὧν πέντε μὲν Ἴωνας καὶ Δωριεῖς τοὺς ἐν Ἀσίᾳ καὶ νησιώτας ἄχρι Λέσβου καὶ Ῥόδου παρεκάλουν, πέντε δὲ τοὺς ἐν Ἑλλησπόντῳ καὶ Θρᾴκῃ μέχρι Βυζαντίου τόπους ἐπῄεσαν, καὶ πέντε ἐπὶ τούτοις εἰς Βοιωτίαν καὶ Φωκίδα καὶ Πελοπόννησον, ἐκ δὲ ταύτης διὰ Λοκρῶν ἐπὶ τὴν πρόσοικον ἤπειρον ἕως Ἀκαρνανίας καὶ Ἀμβρακίας ἀπεστάλησαν· οἱ δὲ λοιποὶ διʼ Εὐβοίας ἐπʼ Οἰταίους καὶ τὸν Μαλιέα κόλπον καὶ Φθιώτας Ἀχαιοὺς καὶ Θεσσαλοὺς ἐπορεύοντο, συμπείθοντες ἰέναι καὶ μετέχειν τῶν βουλευμάτων ἐπʼ εἰρήνῃ καὶ κοινοπραγίᾳ τῆς Ἑλλάδος. ἐπράχθη δὲ οὐδέν, οὐδὲ συνῆλθον αἱ πόλεις, Λακεδαιμονίων ὑπεναντιωθέντων, ὡς λέγεται, καὶ τὸ πρῶτον ἐν Πελοποννήσῳ τῆς πείρας ἐλεγχθείσης.3 τοῦτο μὲν οὖν παρεθέμην ἐνδεικνύμενος αὐτοῦ τὸ φρόνημα καὶ τὴν μεγαλοφροσύνην.
为了这一使命,雅典派出了二十名年逾五十岁的人,其中五人负责招请亚洲的爱奥尼亚人、多利斯人以及远至莱斯博斯和罗得岛的岛民;五人前往赫勒斯滂与色雷斯直至拜占庭的各个地区;另有五人被派往维奥蒂亚、福基斯和伯罗奔尼撒,随后又从那里经由洛克里斯前往直至阿卡纳尼亚与安布拉基亚的相邻大陆;其余的人则经由优卑亚前往奥伊塔山一带居民、马利斯湾沿岸、弗提奥提斯阿哈伊亚人以及色萨利人处,劝说他们前来进行商讨,共同参与关乎全希腊和平与联合行动的大计。然而一事无成,各城邦亦未赴会,据说这是由于拉刻代蒙人的反对,且这一尝试首先在伯罗奔尼撒便告受挫。我之所以引述此事,正是为了展示他的志气与博大胸襟。
- 17.1γράφει ψήφισμα, πάντας Ἕλληνας ... παρακαλεῖν
不定式 παρακαλεῖν 依附于 γράφει ψήφισμα,充当同位语性质的间接命令以陈述法令草案的具体条文内容,并进一步支配其后的不定式 πέμπειν,这是希腊公文引述中的规范表达。
- 17.1καὶ τῆς θαλάττης, ὅπως πλέωσι πάντες ἀδεῶς
这是由介词 περὶ 所管辖的三个并列属格项中的最后一项(前两项为 τῶν Ἑλληνικῶν ἱερῶν 与 τῶν θυσιῶν)。名词短语 τῆς θαλάττης 之后直接连接 ὅπως 从句,用以说明议题并非大海本身,而是就“如何使众人安然航行”这一目的进行商议。
- 17.3τῆς πείρας ἐλεγχθείσης
属格独立结构。动词 ἐλέγχω 的被动态分词在这里由其原义“被检验出破绽/被揭穿”引申为事业或尝试“受挫”、“归于失败”。
