- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:16.1-16.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克记述了喜剧诗人们对伯里克利长达四十年的崇高地位与庞大权势的讥讽,并展现了他如何以极其严格精密的家政管理在保全祖产的同时维持清廉。文中将其与阿那克萨哥拉遗世独立的哲学生活相对比,并记叙了因公忘友而险些致使阿那克萨哥拉绝食饿死的轶事,老哲人以此警醒伯里克利即便是油灯亦需添油。
καίτοι τὴν δύναμιν αὐτοῦ σαφῶς μὲν ὁ Θουκυδίδης διηγεῖται, κακοήθως δὲ παρεμφαίνουσιν οἱ κωμικοί, Πεισιστρατίδας μὲν νέους τοὺς περὶ αὐτὸν ἑταίρους καλοῦντες, αὐτὸν δʼ ἀπομόσαι μὴ τυραννήσειν κελεύοντες, ὡς ἀσυμμέτρου πρὸς δημοκρατίαν καὶ βαρυτέρας περὶ αὐτὸν οὔσης ὑπεροχῆς·
然而,关于他的权柄,修昔底德固然叙述得十分明确,喜剧诗人们却含沙射影地加以讥讽,将聚集在他身边的同党称为“新庇西特拉图党人”,并要求他发誓绝不谋求僭主之位,理由是他的卓越权势对于民主制而言已不合比例且过于沉重。
ὁ δὲ Τηλεκλείδης παραδεδωκέναι φησὶν αὐτῷ τοὺς Ἀθηναίους "πόλεών τε φόρους αὐτάς τε πόλεις, τὰς μὲν δεῖν, τὰς δʼ ἀναλύειν, λάϊνα τείχη, τὰ μὲν οἰκοδομεῖν, τὰ δʼ ἔπειτα πάλιν καταβάλλειν, σπονδάς, δύναμιν, κράτος, εἰρήνην, πλοῦτόν τʼ εὐδαιμονίαν τε." καὶ ταῦτα καιρὸς οὐκ ἦν οὐδʼ ἀκμὴ καὶ χάρις ἀνθούσης ἐφʼ ὥρᾳ πολιτείας, ἀλλὰ τεσσαράκοντα μὲν ἔτη πρωτεύων ἐν Ἐφιάλταις καὶ Λεωκράταις καὶ Μυρωνίδαις καὶ Κίμωσι καὶ Τολμίδαις καὶ Θουκυδίδαις,1 μετὰ δὲ τὴν Θουκυδίδου κατάλυσιν καὶ τὸν ὀστρακισμὸν οὐκ ἐλάττω τῶν πεντεκαίδεκα ἐτῶν διηνεκῆ καὶ μίαν οὖσαν ἐν ταῖς ἐνιαυσίοις στρατηγίαις ἀρχὴν καὶ δυναστείαν κτησάμενος, ἐφύλαξεν ἑαυτὸν ἀνάλωτον ὑπὸ χρημάτων, καίπερ οὐ παντάπασιν ἀργῶς ἔχων πρὸς χρηματισμόν, ἀλλὰ τὸν πατρῷον καὶ δίκαιον πλοῦτον, ὡς μήτʼ ἀμελούμενος ἐκφύγοι μήτε πολλὰ πράγματα καὶ διατριβὰς ἀσχολουμένῳ παρέχοι, συνέταξεν εἰς οἰκονομίαν ἣν ᾤετο ῥᾴστην καὶ ἀκριβεστάτην εἶναι.
忒勒克勒得斯更是说道,雅典人已将下列一切拱手交给了他: “各邦之贡金与城邦本身,或拘缚,或释放; 石砌之壁垒,或筑起,随后又复推倒; 条约、权势、统治、和平,乃至财富与繁荣。” 而且这绝非一时的机缘,亦非政制如应季开花般短暂的盛期与娇宠;而是在长达四十年的时间里,他在厄菲阿尔特斯辈、勒奥克拉特斯辈、米罗尼得斯辈、客蒙辈、托尔米得斯辈以及修昔底德辈当中皆居于首位;并在修昔底德被推翻并遭陶片流放之后,他在每年的将军任期中获得了不少于十五年之久的持续而统一的统治权与权柄,却始终保持自身不受金钱贿赂。尽管他对生财并非全然懒怠无心,反而为了使合法的祖传财产既不因疏忽而流失,又不至于给公务缠身的自己带来诸多烦难与时间的虚耗,便将其编排为一套他自认为最为简易且最为精细的家政管理。
τοὺς γὰρ ἐπετείους καρποὺς ἅπαντας ἀθρόους ἐπίπρασκεν, εἶτα τῶν ἀναγκαίων ἕκαστον ἐξ ἀγορᾶς ὠνούμενος διῴκει τὸν βίον καὶ τὰ περὶ τὴν δίαιταν. ὅθεν οὐχ ἡδὺς ἦν ἐνηλίκοις παισὶν οὐδὲ γυναιξὶ δαψιλὴς χορηγός, ἀλλʼ ἐμέμφοντο τὴν ἐφήμερον ταύτην καὶ συνηγμένην εἰς τὸ ἀκριβέστατον δαπάνην, οὐδενός, οἷον ἐν οἰκίᾳ μεγάλῃ καὶ πράγμασιν ἀφθόνοις, περιρρέοντος, ἀλλὰ παντὸς μὲν ἀναλώματος, παντὸς δὲ λήμματος διʼ ἀριθμοῦ καὶ μέτρου βαδίζοντος.
因为他将每年的出产全数整批变卖,随后再从市场上购入日用必需品,以此料理生活和生计用度。因此,对于已成年的儿子们而言,他并不令人欢欣,对家中的女眷来说,他也绝非慷慨的供给者;相反,他们埋怨这种按日算计且节制到极尽精确的开支,因为绝无任何事物如大富之家在资财充裕时那样随意流溢,而是每一笔支出、每一笔进项都循着数字与衡量来进行。
ὁ δὲ πᾶσαν αὐτοῦ τὴν τοιαύτην συνέχων ἀκρίβειαν εἷς ἦν οἰκέτης, Εὐάγγελος, ὡς ἕτερος οὐδεὶς εὖ πεφυκὼς ἢ κατεσκευασμένος ὑπὸ τοῦ Περικλέους πρὸς οἰκονομίαν. ἀπᾴδοντα μὲν οὖν ταῦτα τῆς Ἀναξαγόρου σοφίας, εἴγε καὶ τὴν οἰκίαν ἐκεῖνος ἐξέλιπε καὶ τὴν χώραν ἀφῆκεν ἀργὴν καὶ μηλόβοτον ὑπʼ ἐνθουσιασμοῦ καὶ μεγαλοφροσύνης, οὐ ταὐτὸν δʼ ἐστίν, οἶμαι, θεωρητικοῦ φιλοσόφου καὶ πολιτικοῦ βίος, ἀλλʼ ὁ μὲν ἀνόργανον καὶ ἀπροσδεῆ τῆς ἐκτὸς ὕλης ἐπὶ τοῖς καλοῖς κινεῖ τὴν διάνοιαν, τῷ δʼ εἰς ἀνθρωπείας χρείας ἀναμιγνύντι τὴν ἀρετὴν ἔστιν οὗ2 γένοιτʼ ἂν οὐ τῶν ἀναγκαίων μόνον, ἀλλὰ καὶ τῶν καλῶν ὁ πλοῦτος, ὥσπερ ἦν καὶ Περικλεῖ βοηθοῦντι πολλοῖς τῶν πενήτων.
而为他维持这整套精细管理的只是埃万格洛斯这一名家奴,此人在家政方面无人能及,或是天生禀赋极佳,或是由伯里克利一手精心调教而成。固然,这些做法与阿那克萨哥拉的智慧并不协调——如果说后者确实因神圣的热狂与高怀而舍弃家宅,任凭田地荒芜沦为羊群牧场的话;但我以为,沉思型哲人与政治家的生活终究不同:前者无需器物,亦无需外在质料,便能将其心智运用于美好之事;而对于将德性融入人类实际需求的人而言,财富在某些情形下不仅是必需品之一,甚至也会成为美好之事之一,正如伯里克利在救济诸多贫民时那样。
καὶ μέντοι γε τὸν Ἀναξαγόραν αὐτὸν λέγουσιν ἀσχολουμένου Περικλέους ἀμελούμενον κεῖσθαι συγκεκαλυμμένον ἤδη γηραιὸν ἀποκαρτεροῦντα· προσπεσόντος δὲ τῷ Περικλεῖ τοῦ πράγματος ἐκπλαγέντα θεῖν3 εὐθὺς ἐπὶ τὸν ἄνδρα καὶ δεῖσθαι πᾶσαν δέησιν, ὀλοφυρόμενον οὐκ ἐκεῖνον, ἀλλʼ ἑαυτόν, εἰ τοιοῦτον ἀπολεῖ τῆς πολιτείας σύμβουλον. ἐκκαλυψάμενον οὖν τὸν Ἀναξαγόραν εἰπεῖν πρὸς αὐτόν· ὦ Περίκλεις, καὶ οἱ τοῦ λύχνου χρείαν ἔχοντες ἔλαιον ἐπιχέουσιν.
再者,人们传说阿那克萨哥拉本人在伯里克利公务繁忙、无暇顾及之时,已垂垂老矣,裹着头巾躺卧于地,绝食求死;这桩事情传到伯里克利耳中,他大为震惊,立刻奔至老者身旁,竭尽一切恳求,他痛惜的与其说是对方,不如说是自己,若失去如此一位政务顾问该当如何。于是阿那克萨哥拉揭开头巾,对他说道: “伯里克利啊,即便是需要灯火的人,也得往里添油啊。”
- 16.2ἐν Ἐφιάλταις καὶ Λεωκράταις καὶ Μυρωνίδαις καὶ Κίμωσι καὶ Τολμίδαις καὶ Θουκυδίδαις
专有名词的复数形式(Ἐφιάλταις 等)属于修辞上的类别复数或泛指复数,意为“像厄菲阿尔特斯这样的人们”或“厄菲阿尔特斯辈”。它并非指多个同名之人,而是概括统称与伯里克利在四十年间先后同台角逐的政要集团与同时代显贵。
- 16.6ἔστιν οὗ
由非人称动词 ἔστι 与关系副词 οὗ 凝结而成的惯用短语,字面意为“有……之处”,在句中充当副词,意为“在某些情况下”或“有时”。
- 16.7προσπεσόντος δὲ τῷ Περικλεῖ τοῦ πράγματος ἐκπλαγέντα θεῖν
在接续前句的属格独立结构(προσπεσόντος ... τοῦ πράγματος)之后,句子继续承接由上文 λέγουσιν 所统辖的带对格的不定式结构(A.c.I.)。对格分词 ἐκπλαγέντα 作为不定式 θεῖν 的逻辑主语,其语义指涉正是属格独立结构中所提及的与格 τῷ Περικλεῖ(伯里克利)。
