← 普鲁塔克

伯里克利传

§15.1-15.5

伯里克利总揽大权与严谨治邦

在敌对党派被瓦解后,伯里克利总揽雅典大权,彻底摒弃谄媚民众的作风,以坚定公正的威信和廉洁自守的人格引领城邦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ὡς οὖν παντάπασι λυθείσης τῆς διαφορᾶς καὶ τῆς πόλεως οἷον ὁμαλῆς καὶ μιᾶς γενομένης κομιδῇ,1 περιήνεγκεν εἰς ἑαυτὸν τὰς Ἀθήνας καὶ τὰ τῶν Ἀθηναίων ἐξηρτημένα πράγματα, φόρους καὶ στρατεύματα καὶ τριήρεις καὶ νήσους καὶ θάλασσαν, καὶ πολλὴν μὲν διʼ Ἑλλήνων, πολλὴν δὲ καὶ διὰ βαρβάρων ἥκουσαν ἰσχύν, καὶ ἡγεμονίαν ὑπηκόοις ἔθνεσι καὶ φιλίαις βασιλέων καὶ συμμαχίαις πεφραγμένην δυναστῶν, οὐκέθʼ ὁ αὐτὸς ἦν οὐδʼ ὁμοίως χειροήθης τῷ δήμῳ καὶ ῥᾴδιος ὑπείκειν καὶ συνενδιδόναι ταῖς ἐπιθυμίαις ὥσπερ πνοαῖς τῶν πολλῶν, ἀλλʼ ἐκ τῆς ἀνειμένης ἐκείνης καὶ ὑποθρυπτομένης ἔνια δημαγωγίας, ὥσπερ ἀνθηρᾶς καὶ μαλακῆς ἁρμονίας, ἀριστοκρατικὴν καὶ βασιλικὴν ἐντεινάμενος πολιτείαν, καὶ χρώμενος αὐτῇ πρὸς τὸ βέλτιστον ὀρθῇ καὶ ἀνεγκλίτῳ, τὰ μὲν πολλὰ βουλόμενον ἦγε πείθων καὶ διδάσκων τὸν δῆμον, ἦν δʼ ὅτε2 καὶ μάλα δυσχεραίνοντα κατατείνων καὶ προσβιβάζων ἐχειροῦτο τῷ συμφέροντι, μιμούμενος ἀτεχνῶς ἰατρὸν ποικίλῳ νοσήματι καὶ μακρῷ κατὰ καιρὸν μὲν ἡδονὰς ἀβλαβεῖς, κατὰ καιρὸν δὲ δηγμοὺς καὶ φάρμακα προσφέροντα σωτήρια.

这样,由于争执彻底消解,城邦变得完全平顺且浑然一体,伯里克利便将雅典及依附于雅典人的一切事物收揽于一身:贡赋、军队、三层桨座战船、诸岛屿与大海,以及广及希腊人与异族人的强大权势,乃至由附属民族、国王之友谊与统治者之联盟所巩固的霸权。他不再是以前的那个人,也不再像往常那样对民众温驯,更不再轻易迎合退让于群众那如风般多变的欲望;而是从那松弛且时而谄媚讨好的平民政治中,宛如从华丽柔靡的调式中一样,将政制拉紧为一种贵族制兼具王制的体制,并持守端正、毫不偏斜地用它来实现至善。大多时候,他以说服和教导来引导顺从的民众;但有时民众甚为抗拒,他便收紧缰绳、驱使劝进,使他们顺服于真正有利的事情,这纯粹是在效仿医者:在面对复杂而缠绵的病患时,在适宜时施以无害的欢愉,在适宜时又施以剧痛的刺激与疗疾的药剂。

§15.4

παντοδαπῶν γάρ, ὡς εἰκός, παθῶν ἐν ὄχλῳ τοσαύτην τὸ μέγεθος ἀρχὴν ἔχοντι φυομένων, μόνος ἐμμελῶς ἕκαστα διαχειρίσασθαι πεφυκώς, μάλιστα δʼ ἐλπίσι καὶ φόβοις ὥσπερ οἴαξι προσστέλλων τὸ θρασυνόμενον αὐτῶν καὶ τὸ δύσθυμον ἀνιεὶς καὶ παραμυθούμενος, ἔδειξε τὴν ῥητορικὴν κατὰ Πλάτωνα ψυχαγωγίαν οὖσαν καὶ μέγιστον ἔργον αὐτῆς τὴν περὶ τὰ ἤθη καὶ πάθη μέθοδον, ὥσπερ τινὰς τόνους καὶ φθόγγους ψυχῆς μάλʼ ἐμμελοῦς ἁφῆς καὶ κρούσεως δεομένους.

因为在拥有如此庞大帝国的民众之中,自然会萌生出形形色色的激情,而唯有他天生懂得谐和地处理各项事务,主要以希望和恐惧犹如船舵般收束他们的狂妄,宽慰抚平他们的消沉,从而证明了修辞学正如柏拉图所说乃是引魂之术,其最大功用在于针对品性和激情的调治之法,而这些品性与激情宛如灵魂的弦音与声调,需要极其得谐的触碰与弹拨。

§15.5

αἰτία δʼ οὐχ ἡ τοῦ λόγου ψιλῶς δύναμις, ἀλλʼ, ὡς Θουκυδίδης φησίν, ἡ περὶ τὸν βίον δόξα καὶ πίστις τοῦ ἀνδρός, ἀδωροτάτου περιφανῶς γενομένου καὶ χρημάτων κρείττονος· ὃς καὶ τὴν πόλιν ἐκ μεγάλης μεγίστην καὶ πλουσιωτάτην ποιήσας, καὶ γενόμενος δυνάμει πολλῶν βασιλέων καὶ τυράννων ὑπέρτερος, ὧν ἔνιοι καὶ ἐπίτροπον τοῖς υἱέσι διέθεντο ἐκεῖνον, μιᾷ δραχμῇ μείζονα τὴν οὐσίαν οὐκ ἐποίησεν ἧς ὁ πατὴρ αὐτῷ κατέλιπε.3

然而,个中原因不仅在于言论的单纯力量,更如修昔底德所说,在于这名男子一生的声望与受到的信任,因他公认最为廉洁、凌驾于金钱之上;他将城邦从原先的广大缔造为最伟大、最富足,在权势上超越了许多国王和僭主——其中甚至有人立他为自己儿子的监护人——但他本人的财产,却丝毫未比他父亲留给他的多出一德拉克马。

语法注3 条
  1. 15.1ὡς οὖν παντάπασι λυθείσης τῆς διαφορᾶς καὶ τῆς πόλεως οἷον ὁμαλῆς καὶ μιᾶς γενομένης κομιδῇ

    由 ὡς 引领的属格独立结构。此处的 ὡς 并非单纯表示客观原因,而是引出行动者的主观看法或情势判定(“鉴于……”、“看到……”)。

  2. 15.3ἦν δʼ ὅτε

    习惯短语,相当于拉丁语的 est quando(“有时……”)。非人称的 ἦν 与 ὅτε 连用,在句中充当副词性表达,与前文的 τὰ μὲν πολλὰ(“在大多数情况下”)形成对仗。

  3. 15.5ἧς ὁ πατὴρ αὐτῷ κατέλιπε

    关系代词的格吸引现象。作为动词 κατέλιπε 的直接宾语,该关系代词在句法上本应使用宾格(ἣν),但受到比较级 μείζονα 所要求的比较属格(或潜在属格先行词)影响,被吸引为属格 ἧς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:15.1-15.5